Ancient Greek
4.367.9
Joannes Stobaeus Anthologus, Anthologium 4.367.9
Unproofread scanNot analysed yet
πράττοι A¹ πράττει A² |ὁμολογοῦντας A¹, corr. A² 7 νῇ Δία· —ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Γ' καὶ μηδένα τῶν πέλας, ἀλλ' αὐτὸν γε πάντως χειρόνα ἀποφαίνων καὶ ἀτιμότερον· ὁ γὰρ ἁμαρτάνων, παρ' ὅσον ἁμαρτάνει, χειρὼν καὶ ἀτιμότερος. ἵνα οὖν ἐξὼ τὴν ἀδικίαν, ἀλλ' ἀκολασίαν γε πᾶσα ἀνάγκη πάντως προσεῖναι τῷ ἡττωμένῳ αἰσχρᾶς ἡδονῆς καὶ χαίροντι τῷ μολύνεσθαι ὥσπερ αἱ ὕες· οὗς οὐχ ἡκιστὰ ἐστι καὶ ὁ δοῦλῃ ἰδίᾳ πλησιάζων, ὅπερ νομίζουσι τινες μάλιστα πῶς εἶναι ἀναίτιον, ἐπεὶ καὶ δεσπότης πᾶς αὐτεξούσιος εἶναι δοκεῖ ὅ τι βούλεται χρῆσθαι δούλῳ τῷ ἑαυτοῦ. πρὸς τοῦτο δὲ ἀπλοῦς μοι ὁ λόγος· εἰ γὰρ τῷ δοκεῖ μὴ αἰσχρὸν μηδ' ἀτοπον εἶναι δοῦλῃ δεσπότην πλησιάζειν τῇ ἑαυτοῦ, καὶ μάλιστα εἰ τύχοι οὖσα χήρα, λογισάσθω ποῖον τι καταφαίνεται αὐτῷ, εἰ δέσποινα δούλῳ πλησιάζοι. οὐ γὰρ ἂν ὁδοίειν εἶναι ἀνεκτόν, οὐ μόνον εἰ κεκτημένη ἄνδρα νόμιμον ἢ γυνὴ προσοίτο δοῦλον, ἀλλ' εἰ καὶ ἄνανδρος οὖσα τοῦτο πράττοι; καίτοι τοὺς ἄνδρας οὐ δήπου τῶν γυναικῶν ἀξιώσει τις εἶναι χειρόνας, οὐδ' ἴττον δύνασθαι τὰς ἐπιθυμίας παιδαγωγεῖν τὰς ἑαυτῶν, τοὺς ἰσχυροτέρους τὴν γνώμην τῶν ἀσθενεστέρων, τοὺς ἄρχοντας τῶν ἀρχομένων. πολὺ γὰρ κρείττονας εἶναι προσήκει τοὺς ἄνδρας, εἴπερ καὶ προεστάναι ἀξιοῦνται τῶν γυναικῶν· ἂν μέντοι ἀκρατέστεροι φαίνωνται ὄντες, . . . καὶ κακίωνες. ὅτι δ' ἀκρασίας ἔργον καὶ οὐδενὸς