Ancient Greek
4.385.2
Joannes Stobaeus Anthologus, Anthologium 4.385.2
Unproofread scanNot analysed yet
68 (6, 64 Mein.) Πλάτωνος ἐκ τοῦ Φιλήβου (p. 65 B —66 C). Καθ’ ἕν ἕκαστον τοίνυν τῶν τριῶν πρὸς τὴν ἡδονὴν 10 καὶ τὸν νοῦν κρῖνωμεν. δεῖ γὰρ ἰδεῖν ποτέρῳ μᾶλλον ξυγγενὲς ἕκαστον αὐτῶν ἀπονεμοῦμεν. —Κάλλους καὶ ἀληθείας καὶ μετριότητος περὶ λέγεις; —Ναί. πρῶτον δὲ γε ἀληθείας σὺ λαβοῦ, ὦ Πρωταρχε· καὶ λαβόμενος βλέψας εἰς τρία, νοῦν καὶ ἀλήθειαν καὶ ἡδονήν, πολὺν 15 ἐπισχὼν χρόνον ἀπόκριναι σαυτῷ, πότερον ἡδονὴ ξυγγενέστερον ἢ νοῦς ἀλήθεια. —Τί δὲ χρόνου δεῖ; πολὺ γάρ, οἶμαι, διαφέρετον. ἡδονὴ μὲν γὰρ ἁπάντων ἀλαζονέστατον, ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὰ ἀφροδίσια, αἱ δὴ μέγιστα δοκοῦσιν εἶναι, καὶ τὸ ἐπιση- 20 κείν συγγνώμην εἴληφε παρὰ θεῶν, ὡς καθάπερ παίδων ἡδονῶν νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων. νοῦς δὲ ἦτοι ταὐτὸν καὶ ἀλήθεια ἐστὶν ἢ πάντων ὁμοιότατον