Ancient Greek
4.400.3
Joannes Stobaeus Anthologus, Anthologium 4.400.3
Unproofread scanNot analysed yet
Ἀπὸ δὲ τούτων τὰ ἐν τοῖς πάθεσιν περὶ τε δεινὰ καὶ μὴ δεινὰ καὶ περὶ φόβον καὶ θάρσος περὶ τε ἡδονὴν καὶ λύπην γενναίως ἀνθιστάμενα, καὶ τὰ διαφυλάττοντα ἀεὶ τὰς αὐτὰς ὀρθὰς δόξας, τὰ τε σύμμετρα καὶ μέσα ἤδη διασῴζοντα, καὶ τὰ πραύνοντα τὸν ὑπὸ τῷ λόγῳ καὶ ἀνεγείροντα αὐτὸν κατὰ καιρόν, καὶ τὰ κοινὰ τούτων ἐκ πάθους καὶ λόγου καὶ προαιρέσεως, τίθεμαι εἶναι πολυμέριστα εἴδη τῆς ἀνδρείας· ἀφ’ ὧν ἐπιρρεῖ τοῖς βίοις ἡ ἀνδραγαθία τῶν πράξεων ἀήττητος πάντῃ καὶ ἀβίαστος, ἐκουσίως τὰ καλὰ καὶ δι’ ἑαυτὰ αἱρουμένη καὶ πράττουσα, καὶ τῶν ἀγαθῶν ἕνεκα πάντας πόνους καὶ κινδύνους ὑπομένουσα διδοῦσά τε ἑαυτὴν ἐτοίμως εἰς τὰ δοκοῦντα εἶναι δυσχερή, καὶ θαρροῦσα τὸν θάνατον καὶ μελετῶσα τὰς τε ἀλγηδόνας εὐκόλως φέρουσα καὶ μεταχειριζομένη.