Ancient Greek
4.406.3
Joannes Stobaeus Anthologus, Anthologium 4.406.3
Unproofread scanNot analysed yet
58 (7, 81 Mein.) Ξενοφῶντος ἐκ τῆς Σωκράτους ἀπολογίας (p. 25—26 init. 27). Θαυμαστὸν ἔμοιγε δοκεῖ εἶναι ὅπως ποτὲ ἐμὶν ὁ ἐφάνη τοῦ θανάτου ἔργον ἀξίων ἐμοὶ εἰργασμένον. ἀλλ’ οὐδὲ μέντοι ὅτι ἀδίκως ἀποθνῄσκω, διὰ τοῦτο μείον φρονητέον· οὐ γὰρ ἐμοὶ ἀλλὰ τοῖς καταγνοῦσι τοῦτο αἰσχρὸν ἐστιν. Εἰπὼν δὴ ταῦτα μᾶλα ὁμολογουμένως τοῖς εἰρημένοις ἀπῆλθε καὶ ὀψματι καὶ σχήματι καὶ βαδίσματι φαιδρός. ὡς δὲ ἤσθετο ἄρα τοὺς παρεπομένους δακρύοντας, τί τοῦτο; εἰπεῖν αὐτόν, ἢ ἄρα δακρύετε; οὐ γὰρ πάλαι ἴστε, ὅτι ἐξ ὅτουπερ ἐγενόμην, κατεψηφισμένος ἤν μου ὑπὸ τῆς φύσεως θάνατος;