Ancient Greek
4.415.2 to 4.416.7
Joannes Stobaeus Anthologus, Anthologium 4.415.2-4.416.7
Unproofread scanNot analysed yet
71 (7, 77 Mein.) Πλάτωνος ἐκ τῆς Σωκράτους ἀπολογίας (p. 38 E—39 A). Οὔτε γὰρ ἐν δίκῃ οὔτ’ ἐν πολέμῳ οὔτ’ ἐμὲ οὔτ’ ἄλλων οὐδένα δεῖ τοῦτο μηχανήσασθαι, ὅπως ἀποφεύγεται πᾶν ποιῶν θάνατον. καὶ γὰρ ἐν ταῖς μάχαις πολλάκις δῆλον γίγνεται ὅτι τὸ γε ἀποθανεῖν ἂν τις ὑπεκφύγοι ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Γ´ φοβεῖσθε A, flor. 120, Plat. ,φοβεῖσθαι Mᵈ ||11 δυσκολώτερον νῦν καὶ ὅπλα ἀφεῖς καὶ ἐφ᾽ ἱκετείαν τραπόμενος τῶν διωκόντων· καὶ ἄλλαι μηχαναὶ πολλαὶ εἰσὶν ἐν ἑκάστοις κινδύνοις, ὥστε διαφυγεῖν θάνατον, ἐὰν τις τολμᾷ πᾶν ποιεῖν καὶ λέγειν. ἀλλὰ μὴ οὖ τοῦτ᾽ ἢ χαλεπόν, ὦ ἄνδρες, θάνατον ἐκφυγεῖν, ἀλλὰ πολὺ χαλεπώτερον πονηρίαν· θάττον γὰρ θανάτου θεί. 72 (7, 78 Mein.) Πλάτωνος ἐκ τοῦ Φαίδωνος (p. 84 D—E). Βαβαί, ὦ Σιμμία, ἢ πῶς χαλεπῶς ἂν τοὺς ἄλλους ἀνθρώπους πείσαιμι ὡς οὐ συμφορῶν ἡγοῦμαι τὴν παροῦσαν τύχην, ὅτε γε μηδ᾽ ὑμᾶς δύναμαι πείθειν· ἀλλὰ φοβεῖσθε μὴ δυσκολώτερον νῦν διάκειμαι ἢ ἐν τῷ πρόσθεν βίῳ.