Ancient Greek
4.446.2
Joannes Stobaeus Anthologus, Anthologium 4.446.2
Unproofread scanNot analysed yet
στοὰς ἔξιν ἰσότητος ἀπονεμητικήν. καὶ ὡς μὲν οὐ μόνον οἱ δίκαιοι, ἀλλὰ καὶ ἀδικοτάτων τὸ πάντας τῶν αὐτῶν ἀξιοῖν, ἐν τοῖς ἔμπροσθεν εἴρηται· τὸ δὲ μεταξὺ πλεονεξίας καὶ μειονεξίας, ἔκβασις ἐστὶ πράξεως ἀκατονόμαστος, ἀλλ’ οὐν ἀρετὴ ψυχῆς. πᾶσα δὲ πρᾶξις ἐνέργεια ψυχῆς διὰ σώματος· ἡ δ’ ἐνέργεια οὐχ ἀρετή, ἦ πᾶς’ ἂν ἐνέργεια ἦν ἀρετή. τὴν δὲ δικαιοσύνην πάντες ἀπαξάπλως ἀρετὴν ψυχῆς ὁμολογοῦσιν, ἀλλ’ οὐ πρᾶξιν, οὐδὲ πράξεως ἀποτέλεσμα. τρία γάρ ἐστι περὶ ἕκαστον, ἢ ἔξις ἢ πρᾶξις ἢ ἀποτέλεσμα. ἔξις μὲν, καθ’ ἣν πλεονεκτικοί τινες ἢ μειονεκτικοί ἐσμέν· πρᾶξις δὲ τὸ μειονεκτεῖν καὶ πλεονεκτεῖν· ἀποτέλεσμα δὲ ἡ μειονεξία καὶ ἡ πλεονεξία. ὡςπερ ἔξις μὲν ἡ ζωγραφική, πρᾶξις δὲ ἡ ζωγραφία, ἀποτέλεσμα δὲ ἡ γραφή. καὶ πάλιν· ἔξις μὲν ἡ ἀγαλματοποιική, πρᾶξις δὲ τὸ ἀγαλματοποιεῖν, ἀποτέλεσμα δὲ τὸ ἄγαλμα. εἰ δὲ τις τὴν ἔξιν ὁρίζοιτο γραφὴν καὶ ἄγαλμα, τῷ τοῦ ἀποτελέσματος ὀνόματι καλῶν, σφάλλεσθαι ἂν ὁμολογοῖτο καὶ σύγχυσιν ποιεῖν· οὕτως δὲ πλεονεξίαν καὶ μειονεξίαν τὴν ἔξιν ὀνομάζων, τῷ τοῦ ἀποτελέσματος ὀνόματι χρῆται κατὰ τῆς ἐν τῇ ψυχῇ ἔξεως. καὶ ἡ μεσότης τοίνυν τῶν ἀποτελεσμάτων ἀποτέλεσμα ἂν εἴη· τεταγμένων γὰρ ἐν τοῖς ἐκ τῶν πραγμάτων ἀποτελουμένοις πλεονεξίας καὶ μειονεξίας, καὶ ἡ τούτων μεσότης εἴη ἂν ἀποτέλεσμα, οὐχ ἔξις. ἔστω δὲ μὴ ἔκβασις, ἀλλ’ ἔξις ψυχῆς, οὔτε πλεονεκτική <οὔτε μειονεκτική>· ὁ περὶ τι τοίνυν, ἢ τινὶ μῆτε πλεονεκτῶν