Ancient Greek
4.448.3 to 4.448.5
Joannes Stobaeus Anthologus, Anthologium 4.448.3-5
Unproofread scanNot analysed yet
55 (9, 58 Mein.) Τοῦ αὐτοῦ. Πῶς οὖν αὐτὴν ὁρίζεται ὁ καθ᾽ ἡμᾶς λόγος; ἐξὶν εὐλόγον ψυχῆς ὁρθότητος ἐπιμελουμένην· ἢ τιμωρίας ἀπαίτησιν παρὰ τῶν προηδικηκότων· οὐχ ὡς τοῦ ἢ συνδέσμου τὴν ἑτέραν τῶν προτάσεων. . . . 56 (9, 59 Mein.) Ξενοφῶντος ἐν δ᾽ Ἀπομνημονευμάτων (IV 2, 11). Καὶ ὁ Σωκράτης ἔφη· Οὐ δήπου, ὦ Εὐθύδημε, ταύτης τῆς ἀρετῆς ἐφίεσαι, δι᾽ ἣν ἄνθρωποι πολιτικοὶ γίγνονται καὶ οἰκονομικοὶ καὶ ἄρχειν ἱκανοὶ καὶ ὠφέλιμοι τοῖς τε ἄλλοις ἀνθρώποις καὶ ἑαυτοῖς; καὶ ὁ Εὐθύδημος· Σφόδρα γ᾽, ἔφη, ὦ Σώκρατες, ταύτης τῆς ἀρετῆς