Ancient Greek
4.455.1
Joannes Stobaeus Anthologus, Anthologium 4.455.1
Unproofread scanNot analysed yet
ἄλλων καταγελᾶς ἐρωτῶν μὲν καὶ ἐλέγχων πάντας, αὐτὸς δ᾽ οὐδενὶ ἐθέλων ὑπέχειν λόγον οὐδὲ γνώμην ἀποφαίνεσθαι περὶ οὐδενός. Τί δαί, ὦ Ἰππία, ἔφη,> οὐκ ἠσθήσαι, ὅτι ἐγὼ ἃ δοκεῖ μοι δίκαια εἶναι οὐδὲν παύομαι ἀποδεικνύμενος; Καὶ ποῖος δή σοι, ἔφη, οὕτος ὁ λόγος ἐστίν; Εἰ δὲ μὴ λόγῳ, ἔφη, ἀλλ᾽ ἔργῳ ἀποδείκνυμαι· ἢ οὐ δοκεῖ σοι ἀξιοτεκμαρτότερον τοῦ λόγου τὸ ἔργον εἶναι; Πολύ γε νῦν Δι᾽ ἔφη· δίκαια μὲν γὰρ λέγοντες πολλοὶ ἄδικα ποιοῦσι, δίκαια δὲ πράττων οὐδ᾽ ἂν εἷς ἄδικος εἴη. Ἠσθήσαι οὖν πώποτέ μου ἢ ψευδομαρτυροῦντος ἢ συκοφαντοῦντος ἢ πόλιν ἢ φίλους εἰς στάσιν ἐμβαλλόντος ἢ ἄλλο τι ἄδικον πράττοντος; Οὐκ ἐγώ᾽, ἔφη. Τὸ δὲ τῶν ἀδίκων ἀπέχεσθαι οὐ δίκαιον ἠγῇ; Δῆλος εἶ, ἔφη, ὦ Σώκρατες, καὶ νῦν διαφεύγειν ἐγχειρῶν τὸ ἀποδεικνύσθαι γνώμην ὅ τι νομίζεις τὸ δίκαιον· οὐ γὰρ ἃ πράττουσιν οἱ δίκαιοι, ἀλλ᾽ ἃ μὴ πράττουσι, ταῦτα λέγεις. Ἀλλ᾽ ὦμην ἐγώγε, ἔφη ὁ Σωκράτης, τὸ μὴ θέλειν ἀδικεῖν ἱκανὸν δικαιοσύνης ἐπίδειγμα εἶναι. εἰ δὲ σοι μὴ δοκεῖ, σκέψαι, ἐὰν τόδε σοι μᾶλλον ἀρέσκη· ῥημὶ γὰρ ἐγὼ τὸ νόμιμον δίκαιον εἶναι. Ἄρα τὸ αὐτὸ λέγεις, ὦ Σώκρατες, νόμιμόν τε καὶ δίκαιον εἶναι; Ἐγώγε, ἔφη. Οὐκ ἄρα αἰσθάνομαί σου ὁποῖον νόμιμον ἢ ποῖον