Ancient Greek
4.461.2
Joannes Stobaeus Anthologus, Anthologium 4.461.2
Unproofread scanNot analysed yet
58 (9, 61 Mein.) Πλάτωνος Πολιτείας α’ (p. 348 E). Τοῦτο, ἦν δ’ ἐγώ, ἤδη στερεώτερον, ᾧ ἑταῖρε, καὶ οὐκ ἔτι ἄξιον ἔχειν, ὅ τί τις εἴπῃ. εἰ γὰρ λυσιτελεῖν 20 μὲν τὴν ἀδικίαν ἐπίθεσο, κακίαν μέντοι ἢ αἰσχρὸν αὐτὸ ὁμολόγεις εἶναι ὥσπερ ἄλλοι τινές, εἴχομεν ἂν τι λέγειν κατὰ τὰ νομιζόμενα λέγοντες· νῦν δὲ δῆλον εἶ ὅτι φήσεις αὐτὸ καὶ καλὸν καὶ ἰσχυρὸν εἶναι καὶ τἆλλα αὐτῷ πάντα προσθήσεις, ἃ ἡμεῖς τῷ δικαίῳ προσετίθε- 25 μεν, ἐπειδὴ γε καὶ ἐν ἀρετῇ αὐτὸ καὶ σοφίᾳ ἐτόλμησας