Ancient Greek
4.482.5
Joannes Stobaeus Anthologus, Anthologium 4.482.5
Unproofread scanNot analysed yet
Οὐκοῦν, ἦν δ’ ἐγώ, τὰ τε ἄλλα ἀπελυσάμεθα ἐν τῷ λόγῳ, καὶ οὐ τοὺς μισθούς οὐδὲ τὰς δόξας δικαιοσύνης ἀπεηρέχαμεν, ὥσπερ Ἡσιόδον τε καὶ Ὅμηρον ὑμεῖς ἔφατε, ἀλλ’ αὐτὸ δικαιοσύνην αὐτῇ ψυχῇ ἀρίστον εὑρομεν, καὶ ποιητέον εἶναι αὐτῇ τὰ δίκαια, ἐὰν τ’ ἔχῃ τὸν Γύγου δακτυλίον, ἐὰν τε μή, καὶ πρὸς τοιούτῳ δακτυλίῳ τὴν Αἰδος κυνέην; Ἀληθέστατα, ἔφη, λέγεις. Ἄρ’ οὖν, ἦν δ’ ἐγώ, ὦ Γλαύκων, νῦν ἤδη ἀνεπίφθονόν ἐστι πρὸς ἐκείνοις καὶ τοὺς μισθούς τῇ δικαιοσύνῃ καὶ τῇ ἄλλῃ ἀρετῇ ἀποδοῦναι, ὅσους καὶ οἷους τῇ ψυχῇ παρέχει παρ’ ἀνθρώπων τε καὶ θεῶν, ζῶντός τε ἐπὶ τοῦ ἀνθρώπου καὶ ἐπειδὰν τελευτήσῃ; Παντάπασιν μὲν οὖν, ἢ δ’ ὅς. Ἄρ’ οὖν ἀποδώσετε μοι ἃ ἐδανείσασθε ἐν τῷ λόγῳ; Τί μάλιστα; Ἔδωκα ὑμῖν τὸν δίκαιον δοκεῖν ἄδικον εἶναι καὶ τὸν ἄδικον δίκαιον. ὑμεῖς γὰρ ἠγεῖσθε, κἂν εἰ μὴ δυνατόν εἴη ταῦτα λανθάνειν καὶ θεοὺς καὶ ἀνθρώπους, ὅμως δοτέον εἶναι τοῦ λόγου ἕνεκα, ἵνα αὐτὴ δικαιοσύνη πρὸς ἀδικίαν αὐτὴν κριθείη. ἢ οὐ μνημονεύεις; Ἄδικοιὴν μέντᾶν, ἔφη, <εἰ μή>. Ἐπειδὴ τοίνυν, ἦν δ’ ἐγώ, κεχρῖμέναι εἰσίν, ἐγὼ πάλιν ἀπαιτῶ ὑπὲρ δικαιοσύνης, ὥσπερ ἔχει δόξης καὶ παρὰ θεῶν καὶ παρ’ ἀνθρώπων, καὶ ἡμῶς