Ancient Greek
4.501.2 to 4.503.12
Joannes Stobaeus Anthologus, Anthologium 4.501.2-4.503.12
Unproofread scanNot analysed yet
Ἔοικεν οὖν ὁ τῶν φιλαργύρων βίος νεκροῦ δεῖπνῳ· πάντα γὰρ ἔχων τὸν εὐφρανθησόμενον οὐκ ἔχει. Σεμίραμις δὲ ἐαντὴ κατασκευάσασα τάφον ἐπέγρα-ψεν· ὅστις χρημάτων δεηθῇ βασιλεύς, διελόντα τὸμνημεῖον ὅσα βούλεται λαβεῖν. Ἀρεῖος οὖν διελὼν χρή-ματα μὲν οὐχ εἶρε, γράμμασι δὲ ἑτέροις ἐνέτυχεν τάδεφράζουσι· εἰ μὴ κακὸς ἦσθ’ ἄνθρω καὶ χρημάτων ἄπλη-στος, οὐκ ἂν νεκρῶν θήκας ἐκίνεις. Τίμων ὁ μισάνθρωπος στοιχεῖα ἔφη τῶν κακῶν εἶ-ναι ἀπληστίαν καὶ φιλοδοξίαν. ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Γ´ Ἄρ᾽ οὖν καὶ τοὺς πλουσίους οἶσθα; Οὐδὲν γε ἧττον ἢ καὶ τοὺς πένητας. Ποίους δὲ πένητας, καὶ ποίους πλουσίους καλεῖς; Τοὺς μὲν, οἶμαι, μὴ ἱκανὰ ἔχοντας εἰς ἃ δεῖ τελεῖν πένητας, τοὺς δὲ πλεῖω τῶν ἱκανῶν πλουσίους. Καταμεμάθηκας οὖν ὅτι ἐνίοις μὲν πάνυ ὀλίγα ἔχουσιν οὐ μόνον ἀρκεῖ ταῦτα, ἀλλὰ καὶ περιποιοῦνται ἀπ᾽ αὐτῶν, ἐνίοις δὲ πάνυ πολλὰ οὐχ ἱκανὰ ἐστι; Καὶ νῦν Δί᾽, ἔφη ὁ Εὐθύδημος· ὀρθῶς γὰρ με ἀναμιμνήσκεις· οἶδα καὶ τυράννους τινάς, οἳ δι᾽ ἔνδειαν ὥσπερ οἱ ἀπορώτατοι ἀναγκάζονται ἀδικεῖν. Οὐκοῦν, ἔφη ὁ Σωκράτης, 54 (10, 55 Mein.) Σωκράτους. εἰ γε ταῦτα οὕτως ἔχει, τοὺς μὲν τυράννους εἰς τὸν δῆμον θήσομεν, τοὺς δὲ ὀλίγα κεκτημένους, ἐὰν οἰκονομικοὶ ὦσιν, εἰς τοὺς πλουσίους. 57 (10, 59 Mein.) Λιογένοῦς. Οἱ φιλάργυροι καθάπερ μαχαίρα τῷ βίῳ χρῶνται, πάντα ποιοῦντες κατὰ τὴν λαβήν. π ἡ ώΥποστάθμη ἐστὶν οἴνου μὲν τρυξ, φιλαργύρου δὲ ἀνελευθερία. 55 (10, 56 Mein.) Τοῦ αὐτοῦ. Οὔτε παρὰ νεκροῦ ὁμιλίαν οὔτε παρὰ φιλαργύρου χάριν δεῖ ζητεῖν. 56 (10, 57 Mein.) Ξενοφῶντος ἐν δ᾽ ἀπομνημονευμάτων Τί νομίζεις δῆμον εἶναι; Τοὺς πένητας τῶν πολιτῶν ἐγώγε. Καὶ τοὺς πένητας ἄρα οἶσθα; Πῶς γὰρ οὔ; Ἐλπίς κακοῦ κέρδεος ἀρχὴ ζημίας. Σιμωνίδης ἐρωτηθεὶς διὰ τί ἐσχατογῆρως ὢν φιλάργυρος εἶη, ‘ὅτι’ εἶπε ‘βουλοίμην ἂν ἀποθανὼν τοῖς ἐχθροῖς μᾶλλον ἀπολιπεῖν ἢ ζῶν δεῖσθαι τῶν φίλων’ κατεγνωκὼς τῆς τῶν πολλῶν φιλίας τὸ ἀβέβαιον. 62 (10, 63 Mein.) Διογένους. Διογένης τοὺς μεγάλα καὶ ἀθρόα λαμβάνοντας μεγαλοπτάχους ἐκάλει.