Ancient Greek
4.531.2
Joannes Stobaeus Anthologus, Anthologium 4.531.2
Unproofread scanNot analysed yet
Οὐκοῦν τὸ μετὰ τοῦτο σκεπτέον, εἰ δόξῃ τε καὶ λόγῳ μίγνυται; —Τί δή; —Μὴ μιγνυμένου μὲν αὐτοῦ τούτοις ἀναγκαῖον ἀληθῆ πάντ’ εἶναι, μιγνυμένου δὲ δόξα τε ψευδὴς γίνεται καὶ λόγος· τὸ γὰρ τὰ μὴ ὄντα δοξάζειν ἢ λέγειν, τοῦτ’ ἐστὶ πον τὸ ψεῦδος ἐν διανοίᾳ τε καὶ λόγοις γιγνόμενον. —Οὕτως. —Ὦντος δὲ γε ψεύδους ἐστιν ἀπάτη. —Ναί. —Καὶ μὴν ἀπάτης οὐσης εἰδώλων τε καὶ εἰκόνων ἤδη καὶ φαντασίας ἀπαντα ἀνάγκη μεστὰ εἶναι. —Πῶς γὰρ οὔ;