Ancient Greek
4.533.2
Joannes Stobaeus Anthologus, Anthologium 4.533.2
Unproofread scanNot analysed yet
ἕκαστα τούτων ποιῶν δίκαια ποιεῖ, ὁ δὲ μὴ ἐν τῷ δέοντι ἄδικα; Ναί. Οὐκοῦν ὁ μὲν τὰ δίκαια ποιῶν δίκαιος, ὁ δὲ τὰ ἄδικα ἄδικος; Ἔστι ταῦτα. Τίς οὖν ὁ ἐν τῷ δέοντι καιρῷ οἷός τε τέμνειν καὶ κάειν καὶ ἰσχραίνειν; Ὁ ἰατρός. Ὅτι ἐπίσταται ἢ δι’ ἄλλο τι; Ὅτι ἐπίσταται. Τίς δὲ ἐν τῷ δέοντι σχάπτειν καὶ ἄροῦν καὶ φυτεύειν οἷός τε; Ὁ γεωργός. Ὅτι ἐπίσταται ἢ ὅτι οὔ; Ὅτι ἐπίσταται. Οὐκοῦν καὶ τὰ ἄλλα οὕτως; ὁ μὲν ἐπιστάμενος οἷός τε τὰ δέοντα ποιεῖν ἐστὶ καὶ ἐν τῷ δέοντι καιρῷ, ὁ δὲ μὴ ἐπιστάμενος οὔ; Οὕτως. Καὶ ψεύδεσθαι ἄρα καὶ ἐξαπατᾶν καὶ ὠφελεῖν, [ὁ ἐπιστάμενος] ὁ μὲν ἐπιστάμενος οἷός τε ποιεῖν ἕκαστα τούτων ἐν τῷ δέοντι καιρῷ, ὁ δὲ μὴ ἐπιστάμενος οὔ; Ἀληθῆ λέγεις.