Ancient Greek
4.574.3
Joannes Stobaeus Anthologus, Anthologium 4.574.3
Unproofread scanNot analysed yet
19 (17, 20 Mein.) Ἐκ τοῦ Ἐπικτίτου Ἐγχειριδίου (c. 34). Ὅταν ἡδονῆς τινος φαντασίαν λάβῃς, ὅπερ καὶ ἐπὶ τῶν ἄλλων φαντασιῶν, φυλάσσου, μὴ συναρπάζου ταχέως, ἀλλὰ ἐκδεξάσθω σε τὸ πρᾶγμα, καὶ μικρὰν ἀναβολὴν αὐτὸς παρὰ σαυτοῦ λάβε· εἶτα ἐπισκοπήσας τὴν φαντασίαν καθ’ οὓς ἔχεις κανόνας, μνήσθητι ἀμφοτέρων τῶν χρόνων, καθ’ ὧν ἀπολαύσας μὲν τῆς ἡδονῆς ἠτημένος μετανοήσεις καὶ λοιδορήσεις σεαυτῷ, ἀπεσχημένος δὲ χαίρεις καὶ ἐπαινεῖς αὐτὸς ἑαυτόν. ἐὰν δὲ εὐκαιρὸν φαίνηται ἄψασθαι τοῦ πράγματος, μέμνησο ἵνα σοι μὴ κρατήσῃ τὸ προσηνὲς αὐτοῦ καὶ ἄγωγόν, ἀλλὰ πειρῶ κρατεῖν τῶν ἡμιῶν.