Ancient Greek
4.646.2
Joannes Stobaeus Anthologus, Anthologium 4.646.2
Unproofread scanNot analysed yet
22 Πλάτωνος ἐκ τοῦ Φιλίβου (p. 48 C). Τίς δ’ αὐ πάσης πονηρίας ἐστὶ τοῦναντίον πάθος ἔχον, ἧ τὸ λεγόμενον ὑπὸ τῶν ἐν Δελφοῖς γραμμάτων. —Τὸ Γνῶθι σεαυτὸν λέγεις, ὦ Σώκρατες; —Ἐγώγε. τοῦναντίον μὴν ἐκεῖνο δήλον ὅτι τὸ μηδαμῇ γινώσκειν αὑτὸν λεγόμενον ὑπὸ τοῦ γράμματος ἂν εἴη. —Τί μήν; —Ὡ Πρώταρχε, πειρῶ δὲ αὐτὸ τοῦτο τριχῇ τέμνειν. —Πῇ φής; οὐ γὰρ μὴ δυνατὸς ὦ. —Λέγεις δή, δεῖν ἐμὲ τοῦτο διελέσθαι τὰ νῦν; —Λέγω καὶ δέομαι γε πρὸς τῷ λέγειν. —Ἄρ’ οὖν οὐ τῶν ἀγνοούντων αὑτοὺς κατὰ τρία ἀνάγκη τοῦτο τὸ πάθος πάσχειν ἕκαστον; —Πῶς; —Πρώτον μὲν κατὰ χρήματα δοξάζειν εἶναι πλουσιώτερον ἢ κατὰ τὴν αὐτῶν οὐσίαν. —Πολλοὶ γοῦν εἰσι τοιούτων πάθος ἔχοντες. —Πλείους δὲ γε, οἱ μείζους καὶ καλλίους αὑτοὺς δοξάζουσι καὶ πάντα ὅσα κατὰ τὸ σῶμα εἶναι διαφερόντως τῆς οὐσίας αὐτοῖς ἀληθείας. —Πάνυ γε. —Πολὺ δὲ πλείστοι γε, οἶμαι, περὶ τὸ τρίτον εἶδος τούτων ἐν ταῖς ψυχαῖς διημαρτήκασιν, ἀρετῇ, δοξάζοντες βελτίους ἑαυτοὺς οὐκ ὄντες. —Σφόδρα μὲν οὖν. —Τῶν ἀρετῶν