Ancient Greek
4.647.3
Joannes Stobaeus Anthologus, Anthologium 4.647.3
Unproofread scanNot analysed yet
23 Πλάτωνος Ἀλκιβιάδου α’ (p. 127 E —p. 131 D). Φέρε δή, τί ἐστι τὸ ἑαυτοῦ ἐπιμελεῖσθαι; μὴ πολλάκις λάθωμεν οὐχ ἡμῶν αὐτῶν ἐπιμελούμενοι, οἴόμενοι δὲ· καὶ πότε ἂρ’ αὐτὸ ποιεῖ ἄνθρωπος; ἂρ’ ὅταν τῶν ἑαυτοῦ ἐπιμελῆται, τότε καὶ αὐτοῦ; —Ἔμοι γοῦν δοκεῖ. —Τί δαί; ποδῶν ἄνθρωπος πότε ἐπιμελεῖται; ἂρ’ ὅταν ἐκείνων ἐπιμελῆται ἤ ἐστι τῶν ποδῶν; —Οὐ μανθάνω. —Καλεῖς δὲ τι χειρός· οἷον δακτύλιον ἐστιν ὅπου ἂν ἄλλου τῶν τοῦ ἀνθρώπου φαίης ἢ δακτύλου; —Οὐ δήτα. —Οὐκοῦν καὶ ποδὸς ὑπόδημα τὸν αὐτὸν τρόπον; —Ναί. —[Καὶ ἱμάτια καὶ στρώματα τοῦ ἄλλου σώματος ὁμοίως; —Ναί.] —Ἄρ’ οὖν ὅταν ὑποδημάτων ἐπιμελῶμεθα, τότε ποδῶν ἐπιμελούμεθα; —Οὐ πάνυ μανθάνω, ὦ Σώκρατες. —Τί δ’, ὦ Ἀλκιβιάδη; ὀρθῶς ἐπιμελεῖσθαι καλεῖς τι ὁποιοῦν πράγματος; —Ἔγωγε. —Ἄρ’ οὖν ὅταν τις βέλτιον ποιή, τότε ὀρθῆν λέγεις ἐπιμέλειαν; —Ναί. —Τίς οὖν τέχνη ὑποδήματα βελτίω ποιεῖ; —Σκυτική. —Σκυτικὴ ἄρα ὑποδημάτων ἐπιμελούμεθα; —Ναί. —Ἡ καὶ ποδὸς σκυτική, ἡ ἐκείνη ἢ πόδας βελτίους ποιοῦμεν;