Ancient Greek
4.652.1
Joannes Stobaeus Anthologus, Anthologium 4.652.1
Unproofread scanNot analysed yet
ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Γ της Ἀλκιβιάδη διαλέγεται λόγῳ χρώμενος, οὐ πρὸς τὸ σὸν πρόσωπον, ὡς ἔοιχεν, ἀλλὰ πρὸς τὸν Ἀλκιβιάδην ποιούμενος τοὺς λόγους· τοῦτο δ’ ἐστὶν ψυχή. —Ἐμοὶ γοῦν δοκεῖ. —Ψυχὴν ἄρα ἡμᾶς κελεύει γινώσκειν [καὶ] ὁ ἐπιτάττων γνῶναι ἑαυτόν. —Ἔοικεν. —Ὁστις ἄρα τῶν τοῦ σώματος τι γιγνώσκει, τὰ αὑτοῦ ἀλλ’ οὐχ ἑαυτὸν ἔγνωκεν. —Οὕτως. —Οὐδεὶς ἄρα τῶν ἰατρῶν ἑαυτὸν γιγνώσκει, καθ’ ὅσον ἰατρός, οὔδὲ τῶν παιδοτριβῶν, καθ’ ὅσον παιδοτρίβης. —Οὐχ ἔοιχεν. —Πολλοὺ ἄρα δέουσιν οἱ γεωργοὶ καὶ οἱ ἄλλοι δημιουργοὶ γιγνώσκειν ἑαυτούς· οὔδὲ γὰρ τὰ ἑαυτῶν οὗτοι γε, ὡς ἔοιχε, γιγνώσκουσιν, ἀλλ’ ἐπι πορρωτέρω τῶν ἑαυτῶν κατὰ γε τὰς τέχνας ἃς ἔχουσιν· τὰ γὰρ τοῦ σώματος γιγνώσκουσιν, οἷς τοῦτο θεραπεύεται. —Ἀληθῆ λέγεις. —Εἰ ἄρα σωφροσύνης ἐστὶ τὸ ἑαυτὸν γιγνώσκειν, οὐδεὶς τούτων σώφρων κατὰ τὴν τέχνην. —Οὐ μοι δοκεῖ. —Διὰ ταῦτα δὴ καὶ βάναυσοι αὐτὰ αἱ τέχναι δοκοῦσιν εἶναι, καὶ οὐχ ἀνδρὸς ἀγαθοῦ μαθήματα. —Πάνυ μὲν οὖν. —Οὕκοῦν πάλιν ὅστις αὐ σῶμα θεραπεύει, τὰ ἑαυτοῦ ἀλλ’ οὐχ ἑαυτὸν