Ancient Greek
4.657.1
Joannes Stobaeus Anthologus, Anthologium 4.657.1
Unproofread scanNot analysed yet
XXI ΠΕΡΙ ΤΟΥ ΓΝΩΘΙ ΣΑΥΤΟΝ βιάδου γιγνώσκειν ὅτι Ἀλκιβιάδου ἐστίν. —Ἀδύνατον μέντοι νῷ Ἄλια. —Οὐδ’ ἄρα τὰ ἡμέτερα, ὅτι ἡμέτερα, εἰ μὴ δι’ ἡμᾶς αὐτούς; —Πῶς γάρ; —Εἰ ἄρα μηδὲ τὰ ἡμέτερα, οὐδὲ τὰ τῶν ἡμετέρων; —Οὐ φαίνεται. —Οὐχ 5 ἄρα πᾶν τι ὀρθῶς ὁμολογοῦμεν ὁμολογοῦντες ἄρτι εἶναι τινάς, οἱ ἑαυτοὺς μὲν οὐ γιγνώσκουσι, τὰ δὲ αὐτῶν· ἄλλους δὲ τὰ τῶν ἑαυτῶν· ἔοικε γὰρ πάντα ταῦτ’ εἶναι κατιδεῖν ἑνὸς τε καὶ μιᾶς τέχνης, ἑαυτόν, τὰ αὐτοῦ, τὰ τῶν ἑαυτοῦ. —Κινδυνεύει. —Ὅστις δὲ τὰ αὐτοῦ ἄγνοεῖ. 10 καὶ τὰ τῶν ἄλλων πον ἄγνοοῖ κατὰ ταῦτα. —Τί μήν; —Οὐκοῦν εἰ τὰ τῶν ἄλλων, καὶ τὰ τῶν πόλεων ἄγνοήσει; —Ἀνάγκη. —Οὐχ ἄρα ἂν γένοιτο ὁ τοιοῦτος ἄνθρω πολιτικός. —Οὐ δήτα. —Οὐ μήν οὐδὲ οἰκονομικός γε. —Οὐ δήτα. —Οὐδὲ γ’ εἴσται ὅ τι πράττει. —Οὐ 15 γὰρ οὖν. —Ὁ δὲ μὴ εἰδώς, τί πράττει, οὐχ ἁμαρτήσειται; —Πάνυ γε. —Ἐξἁμαρτάνων δὲ οὐ κακῶς πράξει ἰδία τε καὶ δημοσία; —Πῶς δ’ οὖ; —Κακῶς δὲ πράττων οὐχ ἀθλιος; —Σφόδρα γε. —Τί δ’ οἷς οὕτως πράττει; —Καὶ οὕτοι. —Οὐχ ἄρα οἷόν τε, ἐὰν μὴ τις σώφρων 20 καὶ ἀγαθὸς ἦ, εὐδαίμονα εἶναι. —Οὐχ οἷόν τε. —Οἱ ἄρα κακοὶ τῶν ἀνθρώπων ἀθλιοι. —Σφόδρα γε. —Οὐχ ἄρα οὐδὲ ὁ πλουτήσας ἀθλιότητος ἀπαλλάττεται γε, ἀλλ’ ὁ σωφρονήσας. —Φαίνεται.