Ancient Greek
4.659.3
Joannes Stobaeus Anthologus, Anthologium 4.659.3
Unproofread scanNot analysed yet
26 Πορφυρίου ἐκ τοῦ α’ <Περὶ τοῦ γνῶθι σαυτόν>. Τί ποτε ἦν ἄρα καὶ τίνος τὸ ἱερὸν πρόσταγμα τὸ ἐν Πυθoί, ὁ γνῶναι ἑαυτὸν τοῖς τοῦ θεοῦ δεησομένοις προσ-αγορεύει; μήτε γὰρ τιμῆσαι θεὸν τὰ προσήκοντα μηδ’ αὐ τυχeῖν τοῦ θεοῦ δεηθέντα τὸν ἄγνοiα τῇ ἑαυτοῦ ἐνi-σχόμενον παραγγέλλειν ἔοικεν. ἀλλ’ εἴτε Φημονόη ἐπὶ πάντα λυσιτελοῦν τὰ ἀνθρώπινα τοῦτο ἐθέσπισεν, δι’ ἧς πρώτης ὁ Πύθιος λέγεται τὰς εἰς ἀνθρώπους διαδιδόναι χάριτας, εἴτε Φανοθέa ἢ Δελφοῦ, εἴτε καὶ Βiαντος ἢ Θα-λοῦ ἢ Χείλωνος ἦν ἀνάθημα, ὁρωμέν ἀπὸ τινος θείας ἐπιπνοίας· εἴτε Κλεάρχω προσεπτέον μᾶλλον τοῦ μὲν Πυ-θίου φράζοντι εἶναι παράγγελμα, χρησθῆναι δὲ Χείλωνι, τί ἄριστον ἀνθρώποις μαθεῖν συνθανομένω· εἴτε καὶ πρὸ Χείλωνος ἦν ἐτι ἀνέγραφτον ἐν τῷ ἰδρυθέντι νεῷ μετὰ τὸν πτερίνον τε καὶ χαλκοῦν, καθάπερ Ἀριστοτέλης ἐν τοῖς περὶ φιλοσοφίας εἴρηκεν· τὰ μὲν οὖν ἂν εἴη, Ἰάμ-