Ancient Greek
4.660.3
Joannes Stobaeus Anthologus, Anthologium 4.660.3
Unproofread scanNot analysed yet
27 Πορφυρίου ἐκ τοῦ α᾽ Περί τοῦ Γινώσκειν σαυτόν. Ἄλλὰ μήποτε σωφρόνει ἔνεστιν ἀκούσαι λέγοντος ἀντὶ τοῦ «σῴζε τὴν φρόνησιν»· καὶ γὰρ σωφροσύνη σαοφροσύνη τις ἦν· οὕτω δὲ πρὸς τὸ φρονεῖν καὶ τοῦ φρονεῖν αἴτιον διαλέγοιτ᾽ ἂν, σῴζειν ἑαυτὸ παρακελευόμενος· τοῦτο δ᾽ 10 ἂν εἴη ὁ νοῦς. ἀλλ᾽ εἰ τοῦτο, δεῖ πάλιν γινώσκειν τὴν οὐσίαν ἡμῶν ἢ τις ἐστίν. ἄλλοι γε μὴν μικρὸν διάκοσμον καλῶς εἰρήσθαι φάμενοι τὸν ἄνθρωπον, παρακελεύεσθαι μὲν φασὶ τὸ γράμμα γινώσκειν τὸν ἄνθρωπον· ὄντος δὲ μικροῦ διακόσμου τοῦ ἀνθρώπου, οὐδὲν ἄλλο κελεύειν ἢ 15 φιλοσοφεῖν· εἴπερ οὖν ἀπταίστως φιλοσοφεῖν σπουδάζομεν, προθυμούμεθα γινώσκειν ἑαυτούς, καὶ ἔσται ἡμῖν τεῖξις ὁρθῆς φιλοσοφίας ἐκ τῆς ἡμετέρας κατανοήσεως ἀναβαίνουσις ἐπὶ τὴν τοῦ παντὸς θεωρίαν. ἀλλ᾽ ὅτι μὲν ἀπὸ τῶν ἐν ἡμῖν συλλογιζόμεθα καὶ περὶ τῶν ἐν τῷ ὅλῳ καὶ 20 ἡμᾶς ἐτάζοντες καὶ εὑρίσκοντες ὅσον μεταβαίνομεν ἐπὶ τὴν τοῦ παντὸς θεωρίαν, λέγεται ὀρθῶς· μήποτε δὲ τὴν ἑαυτοῦ θεωρίαν οὐ φιλοσοφίας ἕνεκα θεὸς ποιεῖσθαι παρακελεύεται, ἄλλου δέ τινος μείζονος ἕνεκα, δι᾽ ὃ καὶ φιλο-