Ancient Greek
4.680.8
Joannes Stobaeus Anthologus, Anthologium 4.680.8
Unproofread scanNot analysed yet
ἔχων ἀποφυγὴν οὐδεμίαν μηχανᾶται· τοῦτο δ᾽ ἐστιν ὃ λέγουσιν ὡς φίλος αὐτῷ πᾶς ἄνθρωπος φύσει τέ ἐστι †γεγονέναι πᾶσιν· ὅθεν οὐκ εἰδότες ὡς ἔπος εἰπεῖν οὐδὲν οἴόμεθα τὰ πάντα εἰδέναι, οὐκ ἐπιτρέποντες δὲ ἄλλοις ἂ μὴ ἐπιστάμεθα πράττειν, ἀναγκαζόμεθα ἀμαρτάνειν αὐτοὶ πράττοντες. διὸ πάντα ἄνθρωπον χρὴ φεύ- 5 γειν τὸ σφόδρα φιλεῖν αὐτόν, τὸν δ’ ἑαυτοῦ βελτίω διώκειν δεῖ, μηδεμίαν αἰσχύνην ἐπὶ τῷ τοιούτῳ πρόσθεν ποιούμενον.