Ancient Greek
4.701.7
Joannes Stobaeus Anthologus, Anthologium 4.701.7
Unproofread scanNot analysed yet
19 (28, 16 Mein.) Ξενοφῶντος ἐν τῇ Κύρου ἀναβάσει βιβλίον β’ (II 5, 7). ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Γ' Πρῶτον μὲν γὰρ καὶ μέγιστον οἱ θεῶν ὅρκοι κω-λύουσιν ἡμᾶς πολεμίους εἶναι ἀλλήλοις· ὅστις δὲ τούτων σύνοιδεν ἑαυτῷ παρημεληκώς, τοῦτον οὐ ποτ' ἂν ἐγὼ εὐδαιμονίσαιμι. τὸν γὰρ θεῶν πόλεμον οὐκ οἶδα οὔτε ἀπὸ ποίου ἂν τάχους φεύγων τις ἀποφεύγοι, οὔτε εἰς ὁποῖον ἂν σκότος ἀποδραίη, οὔτε ὅπως ἂν εἰς ὀχυρὸν χωρίον ἀποσταίη. πάντῃ γὰρ πάντα τοῖς θεοῖς ὑποχα, καὶ πάντῃ πάντων ἴσον οἱ θεοὶ κρατοῦσιν.