Ancient Greek
4.704.8
Joannes Stobaeus Anthologus, Anthologium 4.704.8
Unproofread scanNot analysed yet
εἴλημα μίτρης ἐδέσμευσε πάντοθεν, ὡς ἂν κρύπτοιτο τὴν κατεσκευασμένην πρόφασιν· ἐπεὶ δ' ἡ τεταγμένη παρῆν XXVIII ΠΕΡΙ ΕΠΙΟΡΚΙΑΣ ἡμέρη, ᾧ ῥωθρὴν πορείας ἐκλυσιν ποιούμενος, διήρειδε τὸν νάρθηκα †νοσευτὴν ἐπιφέρων σώματι· καταστὰς δὲ ἐναντίον τοῦ νεώ, ὅνπερ ἐμελλε συνίστορα ποιέεσθαι, δίδωσι Κυδὶς Ἀρχετίμῳ νάρθηκα, τὸν ἐντὸς ἀδίκην πᾶσαν κεῦθοντα, μέχρι περ τελευτῆσθ τὸν τεταγμένον ὄρκον· ἀνατείνας δὲ τῶν ἑῶν χειρῶν φορὴν εἶπεν, ὡς λάβοι μὲν παρ' Ἀρχετίμου παραθήκην, ἀποδοὶν δὲ ταύτην· ὅπερ ἦν ἐκ τέχνης πεπλασμένον ψεῦδος. βαρυνθεὶς δ' ἐπὶ τοῖς λελεγμένοις Ἀρχέτιμος, ὧσει πρὸς ἕδαφος νάρθηκα πληγὴ βαρείῃ· τοῦ δὲ ἀραχθέντος ἐκτὸς ἔξω παραθήκης ὄγκος. Ἀρχέτιμος μὲν ὡν ἐκ θεῶν προνοίας τοιήσδε ἐτυχ, Κυδὶς δὲ λέγεται κακὴν βίου καταστροφὴν γενέσθαι. ἐς ἃ δεῖ βλέποντας μὴ καταφρόνησιν ποιέεσθαι πρὸς πίστιν ὄρκων ἰόντας ἀνθρώ-