Ancient Greek
4.722.4
Joannes Stobaeus Anthologus, Anthologium 4.722.4
Unproofread scanNot analysed yet
74 Ξενοφῶντος ἐκ τοῦ α' τῆς Κύρου παιδείας (1 5, 9—10). Καίτοι ἔγωγε οἶμαι οὐδεμίαν ἀρετὴν ἀσκεῖσθαι ὑπ' ἀνθρώπων, ὡς μηδὲν πλέον ἔχωσιν οἱ ἀγαθοὶ γεγόμενοι τῶν πονηρῶν· ἀλλ' οἱ τε τῶν παραυτίκα ἡδονῶν ἀπεχόμενοι οὐχ ἵνα μηδέποτε εὐφρανθῶσι, τοῦτο πράττουσιν, ἀλλ' ὅπως διὰ ταύτην τὴν ἐγκράτειαν πολλαπλάσια εἰς τὸν ἔπειτα χρόνον εὐφραίνωνται, οὕτω παρασκευάζονται· οἱ τε λέγειν προθυμούμενοι δεινοὶ γενέσθαι οὐχ ἵνα εὐ λέγοντες μηδέποτε παύσωνται, τοῦτο μελετῶσιν, ἀλλ' ἐλπίζοντες τῷ λέγειν εὖ πείθοντες πολλοὺς ἀνθρώπους μεγάλα ἀγαθὰ διαπράξασθαι· οἱ τ' αὐ τὰ πολεμικὰ ἀσκοῦντες οὐχ ὡς μαχόμενοι μηδέποτε παύσωνται, τοῦτ' ἐκπονοῦνται, ἀλλὰ νομίζουσι καὶ οὗτοι τὰ πολεμικὰ ἀγαθοὶ γεγόμενοι πολὺν μὲν ὀλβον, πολλὴν δὲ εὐδαιμονίαν, μεγάλας δὲ τιμὰς καὶ τῇ πόλει καὶ αὐτοῖς περιάψειν.