Ancient Greek
4.727.2
Joannes Stobaeus Anthologus, Anthologium 4.727.2
Unproofread scanNot analysed yet
Λέγουσι δέ τινες, ὡς οὐ χρή ἔραυν κυνηγεσίων, ἵνα μὴ τῶν οἰκείων ἀμελῶσιν, οὐκ εἰδότες ὅτι οἱ τὰς πόλεις καὶ τοὺς φίλους εὖ ποιοῦντες πάντες τῶν οἰκείων ἐπι-μελέστεροί εἰσιν. εἰ οὖν οἱ φιλοκυνηγέται παρασκευά-ζουσιν αὐτοὺς τῇ πατρίδι χρησίμους εἶναι εἰς τὰ μέγιστα, οὐδ’ ἂν τὰ ἴδια ἀργοῖεν· σὺν γὰρ τῇ πόλει καὶ σώζε-ται καὶ ἀπόλλυται τὰ οἰκεῖα ἑκάστου· ὥστε πρὸς τοῖς αὐτῶν καὶ τὰ τῶν ἄλλων ἰδιωτῶν οἱ τοιοῦτοι σώζουσιν. πολλοὶ δὲ ὑπὸ φόβου ἀλόγιστοι τῶν ταῦτα λεγόντων αἰ-ροῦνται διὰ τὴν αὐτῶν κακίαν ἀπολέσθαι μᾶλλον ἢ ἐτέ-ρων ἀρετῇ σώζεσθαι. αἱ γὰρ ἡδοναὶ πολλαὶ καὶ κακαί, ὧν ἡττώμενοι λέγειν ἢ πράττειν ἐπαίρονται τὰ χεῖρω. εἶτα ἐκ μὲν τῶν ματαίων λόγων ἐχθρὰς ἀναιροῦν-ται, ἐκ δὲ τῶν κακῶν ἔργων νόσους καὶ ζημίας καὶ θά-νατους καὶ αὐτῶν καὶ παίδων καὶ φίλων, ἀναίσθητως μὲν τῶν κακῶν ἔχοντες, τῶν δὲ ἡδονῶν πλέον τῶν πολ-λῶν αἰσθανόμενοι.