Ancient Greek
4.730.1
Joannes Stobaeus Anthologus, Anthologium 4.730.1
Unproofread scanNot analysed yet
ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Γ´ τὰς τοῦ βίου πράξεις. τῆς οὖν ἀσκήσεως ἡ μὲν τις ἰδία τῆς ψυχῆς μόνης γίνοιν· ἂν ὁρθῶς· ἡ δὲ τις κοινὴ ταιτῆς τε καὶ τοῦ σώματος. κοινὴ μὲν οὖν ἀσκησις ἀμφοῖν γενήσεται, συνεθιζομένων ἡμῶν δίγει θάλπει, δίψει λιμῷ, τροφῆς λιτότητι κοίτης σκληρότητι, ἀποχῇ τῶν ἡδέων 5 ὑπομονῇ τῶν ἐπιπόνων. διὰ γὰρ τούτων καὶ τῶν τοιούτων δύννται μὲν τὸ σῶμα καὶ γίνεται δυσπαθὲς τε καὶ στερεὸν καὶ χρήσιμον πρὸς ἅπαν ἔργον, δύννται δὲ ἡ ψυχὴ γυμναζομένη διὰ μὲν τῆς ὑπομονῆς τῶν ἐπιπόνων πρὸς ἀνδρείαν, διὰ δὲ τῆς ἀποχῆς τῶν ἡδέων πρὸς σω- 10 φροσύνην. ἰδία δὲ τῆς ψυχῆς ἀσκησις ἐστι πρῶτον μὲν τὰς ἀποδείξεις προχείρους ποιεῖσθαι τὰς τε περὶ τῶν ἀγαθῶν τῶν δοκούντων ὡς οὐχ ἀγαθὰ, καὶ τὰς περὶ τῶν κακῶν τῶν δοκούντων ὡς οὐ κακά, καὶ τὰ ἀληθῶς ἀγαθὰ γνωρίζειν τε καὶ διακρίνειν ἀπὸ τῶν μὴ ἀληθῶς ἐθίζε- 15 σθαι· εἶτα δὲ μελετᾶν μήτε φεύγειν μηδὲν τῶν δοκούντων κακῶν μήτε διώκειν μηδὲν τῶν δοκούντων ἀγαθῶν, καὶ τὰ μὲν ἀληθῶς κακὰ πᾶσῃ μηχανῇ ἐκτρέπεσθαι, τὰ δὲ ἀληθῶς ἀγαθὰ παντὶ τρόπῳ μετέχεσθαι.