Ancient Greek
4.731.2 to 4.732.3
Joannes Stobaeus Anthologus, Anthologium 4.731.2-4.732.3
Unproofread scanNot analysed yet
79 Πλουτάρχου ἐκ τοῦ Περὶ εὐθυμίας (p. 465 C—D). Ὁ μὲν οὖν εἰπὼν ὅτι δεῖ τὸν εὐθυμεῖσθαι μέλλοντα ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Γ' μὴ πολλὰ πρήσσειν μήτε ἰδίᾳ μήτε ξυνῇ, πρῶτον μὲν ἡμῖν πολυτελεῖ τὴν εὐθυμίαν καθίστησι γινομένην ὤνιον ἀπραξίας, οἷον ἀρεώστω παραινῶν ἑκάστῳ μὲν ὡ ταλαίπωρ' ἀτρέμα σοὶς ἐν δεμνίοις. καίτοι κακὸν μὲν ἀναισθησία σώματι φάρμακον ἀπονίας· οὐδὲν δὲ βελτίων ψυχῆς ἰατρὸς ὁ θαθυμία καὶ μαλακία καὶ προδοσία φίλων καὶ οἰκείων καὶ πατρίδος ἐξαιρῶν τὸ ταραχῶδες αὐτῆς καὶ λυπηρόν.