Ancient Greek
4.736.3
Joannes Stobaeus Anthologus, Anthologium 4.736.3
Unproofread scanNot analysed yet
94 Ξενοφῶντος ἐν α' Ἀπομνημονευμάτων (I 2, 57). Σωκράτης ἐπεὶ διωμολογήσατο τὸ μὲν ἐργάτην εἶναι ὠφέλιμόν τε ἀνθρώπῳ καὶ ἀγαθόν, τὸ δὲ ἀργὸν βλαβερόν τε καὶ κακόν, καὶ τὸ μὲν ἐργάζεσθαι ἀγαθόν, τὸ δὲ ἀργεῖν κακόν, τοὺς μὲν ἀγαθὸν τι ποιούντας ἐργάζεσθαι ἔφη καὶ ἐργάτας ἀγαθοὺς εἶναι, τοὺς δὲ κυβεύοντας ἢ τι ἄλλο πονηρὸν καὶ ἐπιζήμιον ποιούντας ἀργοὺς ἀπεκάλει. ἐκ δὲ τούτων ὀρθῶς ἂν ἔχοι ἔργον δ' οὐδὲν ὄνειδος, ἀεργίη δὲ τ' ὄνειδος.