Ancient Greek
4.741.2
Joannes Stobaeus Anthologus, Anthologium 4.741.2
Unproofread scanNot analysed yet
Σχολὴ μὲν δή, ὡς ἔοικεν· καὶ ἅμα μοι δοκοῦσιν ὡς ἐν τῷ πνίγει ὑπὲρ κεφαλῆς ἡμῶν οἱ τέττιγες ἁδόντες καὶ ἀλλήλοις διαλεγόμενοι καθορᾶν καὶ ἡμᾶς. εἰ οὖν ἴδοιεν καὶ τῷ καθάπερ τοὺς πολλοὺς ἐν μεσημβρίᾳ μὴ διαλεγομένους, ἀλλὰ νυστάζοντας καὶ κηλουμένους ἐφ’ αὐτῶν δι’ ἀργίαν τῆς διανοίας, δικαίως ἂν καταγελῶσιν, ἡγοῦμενοι ἀνθρώπου ἅπα σφίσιν ἐλθόντα εἰς τὸ καταγώγιον ὥσπερ προβάτια μεσημβριάζοντα περὶ τὴν κρήνην εὑδεῖν· ἐὰν δὲ ὁρῶσι διαλεγομένους καὶ παραπλέοντας σφᾶς ὥσπερ Σειρήνας ἀκηλίτους, ὁ γέρας παρὰ θεῶν ἔχουσιν ἀνθρώποις διδόναι, τάχ’ ἂν δοίεν ἀγασθέντες. —Ἔχουσι δὲ δή τί τοῦτο; ἀνήκοος γάρ, ὡς ἔοικε, τυγχάνω ὤν. —Οὐ μὲν δή πρέπει γε φιλόμουσον ἄνδρα τῶν τοιούτων ἀνίκοον εἶναι· λέγεται δ’ ὡς ποτ’ ἦσαν οὕτοι ἄνθρωποι τῶν πρὶν Μούσας γεγονέναι, γενομένων δὲ Μουσῶν καὶ φανείσης ᾠδῆς οὕτως ἃρα τινὲς τῶν τότε ἐξεπλάγησαν ἐφ’ ἡδονῆς, ὥστε ἁδόντες ἠμέλησαν σίτου τε καὶ ποτῶν, καὶ ἔλαθον τελευτῆσαντες αὐτούς· ἐξ ὧν τὸ τεττίγων γένος μετ’ ἐκεῖνο φύεται, γέρας τοῦτο παρὰ Μουσῶν λαβόν, μηδὲν τροφῆς δεῖσθαι γεγόμενον, ἀλλ’ ἄσιτόν τε καὶ ἄποτον εὐθὺς ζῆειν, ἕως ἂν τελευτήσῃ, καὶ μετὰ ταῦτα ἐλθὸν παρὰ Μούσας ἀπαγγέλλειν, τίς τίνα