Ancient Greek
4.809.2
Joannes Stobaeus Anthologus, Anthologium 4.809.2
Unproofread scanNot analysed yet
32 Δημαράτου β' Ἀρχαδικῶν (ib. p. 309 C). Τεγεατῶν πρὸς Φενεάτας πόλεμον ἔχοντων καὶ χρο- 10νίου τῆς παρατάξεως ὑπαρχούσης, συνεφώνησε τοῖς δήμοις τριδύμους ἀδελφοὺς πέμψαι τοὺς μαχησομένους ὑπὲρ τῆς νίκης. ἀρέσαντος δὲ τοῦ δόματος ἐπεμψαν Τεγεᾶται μὲν τοὺς Ῥηξιμάχου παῖδας, Φενεᾶται δὲ τοὺς Δημο- 15στράτου. συμβληθείσης δὲ τῆς παρατάξεως ἐφρονεύθησαν ἐκ τῶν Ῥηξιμάχου δύο, ὁ δὲ τρίτος, τοὔνομα Κριτόλαος, στρατηγήματι τῶν ἀντιπάλων περιεγένετο· προσποιητὴν γὰρ σκηψάμενος φυγὴν καθ' ἕνα τῶν ἐπιδιωκόντων ἀνεῖλεν, καὶ ἔγκρατὴς γενόμενος τῆς νίκης περιχαρῆς