Ancient Greek
4.813.2
Joannes Stobaeus Anthologus, Anthologium 4.813.2
Unproofread scanNot analysed yet
36 Ἐν ταύτῃ. Ὅν οὖνεκα φημὶ δεῖν ἀποιχονομεῖσθαι πᾶν καὶ πᾶθος καὶ νόσημα τῆς ἑαυτοῦ ψυχῆς τὸν πατρίδι χρησόμενον καλῶς. δεῖ δὲ καὶ τοὺς νόμους τῆς πατρίδος καθάπερ τινὰς θεοὺς δευτέρους συντηρεῖν αὐτὸν τε βιῶντα κατὰ τὴν τούτων ὑφήγησιν, κἂν εἰ παραβαίνειν τις αὐτοὺς ἢ νεοχμοῦν ἐπιχειροῖ σπουδῇ πᾶσῃ κωλύοντα καὶ πάντα τρόπον ἐναντιούμενον. οὐ γὰρ ἀγαθὸν ἐπιτήδευμα πόλει δι’ ἀτιμίας ἀγόμενοι νόμοι καὶ τὰ νέα προχρινόμενα τῶν παλαιῶν. ὅθεν καὶ τῶν ψηφισμάτων καὶ τῆς παραθέρμου ταύτης καινούργιας εἰρξτέον τοὺς ἀθραδέστερον ἐπὶ τοῦτ’ ἰόντας. ἀποδέχομαι δ’ οὖν ἔγωγε καὶ τὸν τῶν Λοκρῶν νομοθέτην Ζάλευχον, ὃς ἔνομοθέτησε τὸν καινὸν εἰσοίσοντα νόμον βρόχῳ περικειμένου τῷ τραχῇλῳ τοῦτο ποιεῖν, ὡς ἀκαρῆς οὐχὼιτο πινγείς, εἰ μὴ μᾶλα