Ancient Greek
4.828.3
Joannes Stobaeus Anthologus, Anthologium 4.828.3
Unproofread scanNot analysed yet
Φυγάδος δέ τινος ὀδυρομένου ὅτι φεύγει, οὕτω πως παρεμυθήσατο αὐτόν. φυγὴν γάρ, ἔφη, πῶς ἂν τις μὴ ἀνόητος ὢν βαρύνοιτο; ἥτις ὕδατος μὲν καὶ γῆς καὶ ἀέρος, ἐπὶ δὲ ἡλίου καὶ τῶν ἄλλων ἀστρῶν οὐκ ἀπεῖργει ἡμᾶς οὐδαμῶς, ἀλλ’ οὔδ’ ἀνθρώπων ὁμιλίαν, ἀπανταχοῦ γὰρ καὶ πάντῃ τούτων μετουσία ἐστίν. εἰ δὲ μέρους τινὸς τῆς γῆς ἀφαιρούμεθα καὶ τινῶν ἀνθρώπων συνουσίας, τί τοῦτο δεινόν; οὔδὲ γὰρ οἴκοι ὄντες ἀπάσῃ τῇ γῇ ἐχρώμεθα, οὔδ’ ἀνθρώποις ἅπασιν συνήμεν· τοῖς μέντοι φίλοις καὶ νῦν συνέζημεν ἂν, τοῖς γε ἀληθινοῖς καὶ ὧν προσήκει ποιεῖσθαι τινα λόγον· οὐ γὰρ ἂν οὗτοι προδοίεν ποτὲ ἡμᾶς οὔδ’ ἐγκαταλίποιεν· εἰ δέ τινες πλαστοὶ καὶ οὐκ