Ancient Greek
4.830.1
Joannes Stobaeus Anthologus, Anthologium 4.830.1
Unproofread scanNot analysed yet
ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Γ' καὶ πρὸς κτῆσιν ἀρετῆς πῶς ἂν τὸ φεύγειν ἐνίσταιτο; ὁπότε γε μήτε μαθήσεως μήτε ἀσκήσεως [καὶ] ἂν χρῆ εἴρηται τις διὰ τὴν φυγήν. πῶς μὲν οὖν ἂν ἡ φυγὴ καὶ συνεργοῖ πρὸς τὸ τοιοῦτον, παρέχουσα γε σχολὴν καὶ ἐξουσίαν τοῦ μανθάνειν τε τὰ καλά καὶ πράττειν μᾶλλον ἢ πρότερον, ἄτε μὴθ' ὑπὸ πατρίδος τῆς δοκούσης περιελκομένοις εἰς ὑπηρεσίας πολιτικὰς μήτε ὑπὸ φίλων τῶν δοκούντων ἢ συγγενῶν ἐνοχλουμένοις, οἱ τινες ἐμποδίσαι δεινοὶ καὶ ἀποσπάσαι τῆς ἐπὶ τὰ χρεῖττω ὁρμῆς; ἤδη δέ τισι καὶ παντάπασιν τὸ φεύγειν συνῆνγεν, ὡσπερ Διογένει, ὃς ἐκ μὲν ἰδιώτου φιλόσοφος ἐγένετο φygών, ἀντὶ δὲ τοῦ κατῆσθαι εἰς Σινώπην διέτριψεν ἐν τῇ Ἑλλάδι, ἀσκήσει δὲ τῇ πρὸς ἀρετὴν τῶν φιλοσόφων διήγενεν. ἄλλοις δὲ γε κακῶς τὰ σώματα διακειμένοις ὑπὸ μαλακίας καὶ τρυφῆς ἔφρωσεν ἡ φυγή, βιασθεῖσιν ἀνδρικώτερον διαπᾶσθαι· καὶ ἴσμεν τινὰς χρονίων νοσημάτων ἐν τῷ φεύγειν ἀπολυθέντας, ὡσπερ ἀμέλει Σπαρτιατικὸς οὗτος ὁ Λακεδαιμόνιος, ὃς ἀπὸ πολλοῦ ἔχων τὸ πλευρὸν κακῶς κἀκ τούτου πολλάκις νοσῶν διὰ τὴν τρυφήν, ἐπειδὴ ἐπαύσατο τρυφῶν, ἐπαύσατο καὶ νοσηλευόμενος. ἄλλους