Ancient Greek
4.91.8
Joannes Stobaeus Anthologus, Anthologium 4.91.8
Unproofread scanNot analysed yet
Ἡγοῦμαι μεγίστην εἶναι τῶν λειτουργιῶν τὸ καθ’ ἡμέραν βίον κόσμιον καὶ σώφρονα παρέχειν. ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Γ' ἔχειν ἀξιωσίας. ἐν δὲ τοῖς τερπνοῖς, ἔὰν αἰσχρὸν ὑπολάβῃς, τῶν μὲν οἰκετῶν ἄρχειν, ταῖς δ' ἡδοναῖς δουλεύειν. ἐν δὲ τοῖς λυπηροῖς, ἔὰν τὰς τῶν ἄλλων ἄτυχίας ἐπιβλέπῃς καὶ σαυτὸν ὡς ἄνθρωπος ὢν ὑπομυμήσκῃς. Μάλιστα δ' ἂν παροξυνθείς ὀρεχθῇναι τῶν καλῶν ἔργων, 5 εἰ καταμάθοις ὅτι καὶ τὰς ἡδονὰς ἐκ τούτων γνησίως ἔχομεν. ἐν μὲν γὰρ τῷ ὀφθῦμεῖν καὶ τὰς πλημονὰς ἀγαπᾶν εὐθὺς αἱ λύπαι ταῖς ἡδοναῖς παραπεπῃγασί, τὸ δὲ περὶ τὴν ἀρετὴν φιλοπонеῖν καὶ σωφρόνως τὸν αὑτοῦ βίον οἰκονομεῖν ἀεὶ τὰς τέρας εἰλικρινεῖς καὶ βεβαιο- 10 τέρας ἀποδίδωσι. Τοὺς μὲν θεοὺς φοβοῦ, τοὺς δὲ γονεῖς τίμα, τοὺς δὲ φίλους αἰσχύνου. τὰς ἡδονὰς θήρευε τὰς μετὰ δόξης· τέρας γὰρ σὺν τῷ καλῷ μὲν ἄριστον, ἄνευ δὲ τούτου κάκιστον.