Ancient Greek
5.107.2 to 5.108.2
Joannes Stobaeus Anthologus, Anthologium 5.107.2-5.108.2
Unproofread scanNot analysed yet
146 (141 Mein.) Θουκυδίδου ἱστορίας ἐ’ δημηγορίας Ἀθηναίων (111, 4). Ὡς οὖντες τοῖς μὲν ἴσοις μὴ εἴκουσι, τοῖς δὲ κρείττοσι καλῶς προσφέρονται, πρὸς δὲ τοὺς ἧσσους μέτριοί εἰσι, πλεῖστ’ ἂν ὀρθοῖντο. Πλοῦτος ἐν πόλει τῇ μελλούσῃ εὐδαιμονέειν ἀρετῆς μήποτε προτιμηθείη, ὅκως μὴ διὰ τοῦτο ἐς τὴν ἐκείνου ἐπιθυμίην πάντων συρρεόντων ὀλιγωρίη καὶ ἀνασχεσίς ἀρετῆς ψυχαῖς τῶν κατὰ τὴν πόλιν ἐμρίη. ἀρετῆς γὰρ ἀτιμαζομένης πλοῦτος μόνος σπουδαζόμενος καὶ ἐνδυναστεύσας ὑβριὸς τε καὶ ὑπερηφανίης ὑπηρέτης καὶ πάντων κακῶν ὑπ´ ἐξουσίης τε καὶ τοῦ ἀνεπιπλήκτου †τὰ ἀπεστώσης ἀρετῆς οὐδεὶς ἀνακαλέσεται χορηγὸς γίνεται. Ἀρχουσιν ἢ ὀφειλομένη αἰδὼς καὶ τιμὴ φυλασσομένη κόσμον σῴζει πόλιος καὶ διατηρεῖ. 149 (144 Mein.) Πλάτωνος ἐκ τοῦ Γοργίου (p. 476 A —479 C).