Ancient Greek
5.110.2
Joannes Stobaeus Anthologus, Anthologium 5.110.2
Unproofread scanNot analysed yet
—Ἀγαθὰ ἄρα πάσχει ὁ δίκην διδούς; —Ἔοικεν. —Ὠφελεῖται ἄρα; —Ναί. —Ἄρα ἡνπερ ἐγὼ ὑπολαμβάνω τὴν ὠφέλειαν; βελτίων τὴν ψυχὴν γίνεται, εἴπερ δικαίως κολάζεται; —Εἰκὸς γε. —Κακίας ἄρα ψυχῆς ἀπαλλάττεται ὁ δίκην διδούς; —Ναί. —Ἄρ’ οὖν τοῦ μεγίστου ἀπαλλάττεται κακοῦ; ὧδε δὲ σκοπεῖ· ἐν χρημάτων κατασκευῇ ἀνθρώπου κακίαν ἄλλην τινὰ ἐνορᾷς ἢ πενίαν; —Οὔκ, ἀλλὰ πενίαν. —Τί δ’ ἐν σώματος κατασκευῇ; κακίαν φήσαις ἀσθένειαν εἶναι καὶ νόσον καὶ αἰσχος καὶ τὰ τοιαῦτα; —Ἔγωγε. —Οὐκοῦν καὶ ἐν ψυχῇ πονηρίαν ἣγὴ τινὰ εἶναι; —Πῶς γὰρ οὔ; —Ταύτην οὖν οὐκ ἀδικίαν καλεῖς καὶ ἄμαθίαν καὶ δειλίαν καὶ τὰ τοιαῦτα; —Πάνυ μὲν οὖν. —Οὐκοῦν χρημάτων καὶ σώματος καὶ ψυχῆς, τριῶν ὄντων, τριττὰς εἴρηκας πονηρίας, πενίαν, νόσον, ἀδικίαν; —Ναί. —Τίς τούτων τῶν πονηριῶν αἰσχίστη; οὐχ ἡ ἀδικία καὶ συλλήβδην ἡ τῆς ψυχῆς πονηρία; —Πολύ γε. —Εἰ δὴ αἰσχίστη, καὶ κακίστη; —Πῶς, ὦ Σώκρατες, λέγεις; —Ὦδ᾽· ἀεὶ τὸ αἰσχιστον ἤτοι λύπην μεγίστην παρέχον ἢ βλάβην ἢ ἄμφότερον αἰσχιστὸν ἐστιν ἐκ τῶν ὁμολογημένων ἐν τῷ ἐμπροσθεν. —Μάλιστα. —Αἰσχιστον δὲ ἀδικία καὶ ξύμπασα ψυχῆς πονηρία νῦν δὴ ὁμολογῆται ἡμῖν; —Ὁμολογῆται γάρ. —Οὐκοῦν ἡ ἀνιρότατόν ἐστι καὶ ἄνιᾳ ὑπερβάλλον αἰσχιστον τούτων ἐστιν ἢ βλάβη ἢ ἄμφότερα;