Ancient Greek
5.114.2
Joannes Stobaeus Anthologus, Anthologium 5.114.2
Unproofread scanNot analysed yet
151 (146 Mein.) Πλάτωνος ἐκ τοῦ Ἀλκιβιάδου (p. 162 B—127 D). Τί δὲ δή; πόλις τινος παραγυνομένου καὶ ἀπογιγνομένου βελτίων τε γίνεται καὶ ἄμεινον θεραπεύεται καὶ διοικεῖται; —Ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, ὅταν φιλία μὲν αὐτοῖς γίγνηται πρὸς ἀλλήλους, τὸ δὲ μισεῖν τε καὶ στασιάζειν ἀπογίγνηται. —Ἄρ’ οὖν φιλίαν λέγεις ὁμόνοιαν ἢ διχόνοιαν; —Ὁμόνοιαν. —Διὰ τίνα οὖν τέχνην ὁμονοοῦσιν αἱ πόλεις περὶ ἀριθμούς; —Διὰ τὴν ἀριθμητικήν. —Τί δὲ οἱ ἰδιῶται; οὐ διὰ τὴν αὐτήν; —Ναί. —Οὐκοῦν καὶ αὐτὸς αὐτῷ ἕκαστος; —Ναί. —Διὰ τίνα δὲ τέχνην αὐτὸς αὐτῷ ἕκαστος ὁμονοεῖ περὶ σπιθαμῆς καὶ πήχεως πότερον μεῖζον; οὐ διὰ τὴν μετρητικήν; —Τί μήν; —Οὐκοῦν καὶ οἱ ἰδιῶται ἀλλήλοις καὶ αἱ πόλεις; —Ναί. —Τί δὲ [αἱ] περὶ σταθμοῦ οὐχ ὡσαύτως; —Φημί. —Ἦν δὲ δή, σύ λέγεις ὁμόνοιαν, τίς ἐστι καὶ περὶ τοῦ, καὶ τίς αὐτὴν ἡ τέχνην παρασκευάζει; καὶ ἆρα ἥπερ πόλει, αὕτη καὶ ἰδιώτῃ, αὐτῷ τε πρὸς αὑτὸν καὶ πρὸς ἄλλον; —Εἰκὸς γέ . —Τίς οὖν ἐστι; μὴ κάμης ἀποκρινόμενος, ἀλλὰ προθυμοῦ εἰπεῖν. —Ἐγὼ μὲν οἶμαι φιλίαν τε λέγειν καὶ