Ancient Greek
5.121.3 to 5.121.4
Joannes Stobaeus Anthologus, Anthologium 5.121.3-4
Unproofread scanNot analysed yet
Φιλόσοφος δὴ καὶ θυμοειδὴς καὶ ἰσχυρὸς καὶ ταχὺς ἡμῖν τὴν φύσιν ἔσται ὁ μέλλων καλῶς κἀγαθῶς φύλαξ ἔσεσθαι πόλεως. Παντάπασιν μὲν οὖν, ἔφη. 156 (151 Mein.) Πλάτωνος Πολιτείας γ’ (p. 395 B—D). Εἰ ἄρα τὸν πρῶτον λόγον διασώσομεν, τοὺς φύλακας ἡμῖν τῶν ἄλλων πασῶν δημιουργιῶν ἀφεμένους δεῖν εἶναι δημιουργοὺς ἐλευθερίας τῆς πόλεως πάνυ ἀκριβεῖς καὶ μηδὲν ἄλλο ἐπιτηδεύειν ὅ τι μὴ εἰς τοῦτο φέρει, οὐδὲν