Ancient Greek
5.136.3
Joannes Stobaeus Anthologus, Anthologium 5.136.3
Unproofread scanNot analysed yet
Οὐκοῦν καὶ ἐν τοῖς συγγράμμασι τοῖς περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ ὅλως περὶ πόλεως διακοσμήσεως τε καὶ περὶ τοῦ ὡς χρὴ πόλιν διοικεῖν, τὸ μὲν ὀρθὸν νόμος ἐστὶ βασιλικός, τὸ δὲ μὴ ὀρθὸν οὔ, ὁ δοκεῖ νόμος εἶναι τοῖς μὴ εἰδόσιν· ἐστὶ γὰρ ἄνομον. —Ναί. —Ὄρθῶς ἄρα ὡμολογήσαμεν νόμον εἶναι τοῦ ὄντος εὑρεσιν. —Φαίνεται. —Ἔτι δὲ καὶ τόδε ἐν αὐτῷ θεασώμεθα· τὶς ἐπιστήμων διανέμει ἐπὶ γῇ τὰ σπέρματα; —Γεωργός. —Οὗτος δὲ τὰ ἀξία σπέρματα ἑκάστη γῇ διανέμει; —Ναί. —Ὁ γεωργὸς ἄρα νομεὺς ἀγαθὸς τούτων, καὶ οἱ τούτου νόμοι καὶ διανομαὶ ἐπὶ ταῦτα ὀρθαὶ εἰσιν; —Ναί. —Τίς δὲ κρουμάτων ἐπὶ τὰ μέλη ἀγαθὸς νομεύς, καὶ τὰ ἀξία νείμαι; καὶ οἱ τίνος νόμοι ὀρθοὶ εἰσιν; —Οἱ τοῦ αὐλητοῦ καὶ κιθαριστοῦ. —Ὁ νομικώτατος ἄρα ἐν τούτοις, οὗτος αὐλητικώτατος. —Ναί. —Τίς δὲ τὴν τρο-