Ancient Greek
5.149.1
Joannes Stobaeus Anthologus, Anthologium 5.149.1
Unproofread scanNot analysed yet
CAPVT II ΠΕΡΙ ΝΟΜΩΝ ΚΑΙ ΕΘΩΝ εἰς τέσσαρα μέρη· τούτων δ’ ἔστιν ἕν μὲν παισίν, ἕν δὲ ἐφήβοις, ἄλλο δὲ τελείοις ἀνδράσιν, ἄλλο δὲ τοῖς ὑπὲρ τὰ στρατεύσιμα ἔτη γεγονόσι. νόμῳ δὲ εἰς τὰς ἑαυτῶν χώρας ἕκαστοι τούτων παρέσιν, οἱ μὲν παῖδες ἅμα τῇ 5 ἡμέρᾳ καὶ οἱ τέλειοι ἄνδρες, οἱ δὲ γεραιτέροι ἢ ἡνικᾶ ἂν ἕκαστῳ προχωρῇ, πλὴν ἐν ταῖς τεταγμέναις ἡμέραις, αἷς αὐτοὺς δεῖ παρεῖναι. οἱ δὲ ἐφήβοι καὶ κοιμῶνται περὶ τὰ ἀρχεῖα σὺν τοῖς γυμνητικοῖς ὅπλοις πλὴν τῶν γεγαμη- 10 κότων· οὗτοι δὲ οὔτε ἐπιζητοῦνται, ἂν μὴ προορρηθῇ παρεῖναι, οὔτε πολλάκις ἀπεῖναι καλόν. ἄρχοντες δὲ ἐφ’ ἕκαστοις τούτων τῶν μερῶν εἰσι δώδεκα· δώδεκα γὰρ καὶ φυλαὶ Περσῶν διήρηνται. καὶ ἐπὶ μὲν τοῖς παισὶν ἐκ τῶν γεραιτέρων ἡρημένοι εἰσὶν οἱ ἂν δοκῶσι τοὺς παῖδας βελ- 15 τίστους ἀποδεικνύναι· ἐπὶ δὲ τοῖς ἐφήβοις ἐκ τῶν τελείων ἀνδρῶν οἱ ἂν αὐ τοὺς ἐφήβους βελτίστους δοκῶσι παρέξειν . . . αὐτοῖς μάλιστα τὰ τεταγμένα ποιούντας καὶ τὰ ἱπαγγελλόμενα ὑπὸ τῆς μεγίστης ἀρχῆς· εἰσὶ καὶ τῶν γεραιτέρων προστάται ἡρημένοι, οἱ προστατεύουσιν, ὅπως καὶ οὗτοι τὰ καθήκοντα ἀποτελῶσιν. ἃ δὲ ἕκαστῃ