Ancient Greek
5.183.3
Joannes Stobaeus Anthologus, Anthologium 5.183.3
Unproofread scanNot analysed yet
32 (47 Mein.) Τοῦ αὐτοῦ Νόμων δ' (p. 715B—E). Λέγεται δὲ τοῦτ' ἕνεκα ταύθ' ἡμῖν, ὡς ἡμεῖς τῇ σῇ πόλει ἀρχὰς οὐθ' ὅτι πλούσιός ἐστι τις δώσομεν, οὐθ' ὅτι τῶν τοιούτων ἄλλο οὐδὲν κεκτημένος, ἰσχὺν ἢ μέγεθος ἢ τι γένος· ὃς δ' ἂν τοῖς τεθεῖσι νόμοις εὐπειθέστατός τε ᾖ καὶ νικᾷ ταύτην τὴν νίκην ἐν τῇ πόλει, τούτῳ φαμέν καὶ τὴν τῶν θεῶν ὑπηρεσίαν δοτέον εἶναι τὴν μεγίστην τῷ πρώτῳ, καὶ δευτέραν τῷ τὰ δεύτερα κρατοῦντι, καὶ κατὰ λόγον οὕτω τοῖς ἐφεξῆς τὰ μετὰ ταύθ' ἕκαστα ἀποδοτέον εἶναι. τοὺς δ' ἄρχοντας λεγομένους νῦν ὑπηρέτας τοὺς νόμους ἐκάλεσα οὐ τι καινοτομίας ὀνομάτων ἕνεκα, ἀλλ' ἠγοῦμαι παντὸς μᾶλλον εἶναι παρὰ τοῦτο σωτηρίαν τε πόλει καὶ τοῦναντίον. ἐν ᾧ μὲν γὰρ ἂν ἄρχομενος ᾖ καὶ ἄκυρος νόμος, φθορὰν ὁρῶ τῇ τοιαύτῃ ἐτοίμην οὖσαν· ἐν ᾧ δ' ἂν δεσπότης τῶν ἀρχόντων, οἱ δὲ ἄρχοντες δοῦλοι τοῦ νόμου, σωτηρίαν καὶ πάντα ὅσα οἱ θεοὶ πόλεσιν ἔδοσαν ἀγαθὰ γιγνόμενα καθορῶ. —Ναὶ μὰ Δία, ὦ ξένε·