Ancient Greek
5.209.3
Joannes Stobaeus Anthologus, Anthologium 5.209.3
Unproofread scanNot analysed yet
31 Πλάτωνος ἐν τοῦ Γοργίου (p. 466 D—469 C). Ἄγω τοίνυν σοι ὅτι δύο ταύτ᾽ ἐστὶ τὰ ἐρωτήματα, καὶ ἀποκρινῶμαι γέ σοι πρὸς ἀμφοτέρα. φημὶ γάρ, ὦ Πῶλε, ἐγὼ καὶ τοὺς ῥήτορας καὶ τοὺς τυράννους δύνασθαι μὲν ἐν ταῖς πόλεσι σμικρότατον, ὥσπερ νῦν δὴ ἔλεγον· οὐδὲν γὰρ ποιεῖν ὧν βούλονται ὡς ἔπος εἰπεῖν, ποιεῖν μέντοι ὅ τι ἂν αὐτοῖς δόξῃ βέλτιστον εἶναι. —Οὐκοῦν τοῦτ᾽ ἐστὶν τὸ μέγα δύνασθαι; —Οὐχ, ὡς γέ φησιν ὁ Πῶλος. Ἐγὼ οὐ φημί· φημὶ μὲν οὖν ἐγώγε. —Μὰ τὸν κύνα, οὐ σύ γε, ἐπεὶ τὸ μέγα δύνασθαι ἔφης ἀγαθὸν εἶναι τῷ δυναμένῳ. —Φημὶ γὰρ οὖν. —Ἀγαθὸν οὖν οἶει εἶναι, ἐὰν τις ποιῇ ταῦτα ἃ ἂν δοκῇ αὐτῷ βέλτιστα εἶναι, νοῦν μὴ ἔχων; καὶ τοῦτο καλεῖς σύ μέγα δύνασθαι; —Οὐχ ἐγώγε. —Οὐκοῦν ἀποδείξεις τοὺς ῥήτορας νοῦν ἔχοντας καὶ τέχνην τὴν ῥητορικὴν ἀλλὰ μὴ κολακείαν, ἐμὲ ἐξελέγξας; εἰ δέ με ἕασεις ἀνέλεγκτον, οἱ ῥήτορες οἱ ποιοῦντες ἐν ταῖς πόλεσιν ἃ δοκεῖ αὐτοῖς καὶ οἱ τύραννοι οὐδὲν ἀγαθὸν τοῦτο κεκτήσονται, εἰ δὲ δύναμίς ἐστιν, ὡς σύ φῆς, ἀγαθόν, τὸ δὲ ποιεῖν ἄνευ νοῦ ἃ δοκεῖ καὶ σύ ὁμολογεῖς κακὸν εἶναι· ἦ οὔ; —Ἐγώγε. —Πῶς ἂν οὖν οἱ ῥήτορες μέγα δύναιντο ἢ οἱ τύραννοι ἐν ταῖς πόλεσιν, ἐὰν μὴ Σωκράτης ἐξελέγχθῃ ὑπὸ Πώλου ὅτι ποιοῦσιν ἃ βούλονται; —Οὕτος ἄνθρω —Οὐ φημὶ ποιεῖν