Ancient Greek
5.231.1
Joannes Stobaeus Anthologus, Anthologium 5.231.1
Unproofread scanNot analysed yet
λειαν τῶν ἀρχομένων ἐν εἴδει φαρμάκου προσάγομεν. ἐπεὶ κολακείας μὲν τὰ φαῦλα ἐπαίνειν αὐτῆς ἕνεκα μόνης τῆς ἀρεσκείας, πολιτικῆς δὲ φρονήσεως τοῖς ἐν δυνάμει καθομιλεῖν πρὸς ὠφέλειαν ἀνθρώπων. ὁ μὲν γὰρ κόλαξ τὴν πονηρὰν ἀποδέχεται πράξιν οὐδένα ὠφελῆσαι μέλλων, ὁ δ᾽, ἵνα τῆς πονηρᾶς ἀπαγάγῃ προθέσεως, φιλότιμον ὄντα ἐπαινέσει. ὡσθ᾽ ὁ μὲν δι᾽ ὧν ἐπαινεῖ βλάπτει τὸν ἐπαινούμενον καὶ αὐτὸν καὶ ἑαυτοῦ πονηρίας ἐσχάτης ἐκφέρει δείγμα, ὁ δ᾽ εἰς τὸ πράττειν ἄξια ἐπαίνου τῇ τρόπῳ τῆς θεραπείας ἐπάγεται.