Ancient Greek
5.239.5
Joannes Stobaeus Anthologus, Anthologium 5.239.5
Unproofread scanNot analysed yet
77 Τοῦ αὐτοῦ. Λέγεται μὲν εἶναι πάντων βασιλεὺς ὁ νόμος· ὁ δὲ αὐτὸς δοκεῖ καὶ προστάττειν τἀγαθά καὶ τἀναντία ἀπαγορεύειν. τί δὴ οὖν οἴομεθα τὴν παρισουμένην πρὸς αὐτὸν εὐνομίαν οἷω δὴ κάλλει τινὶ προέχειν μεγέθει τε ἤλικῳ [δικαιοσύνη] ἐπερβάλλειν πάντα πράγματα; ὅσα γὰρ δίππου καὶ οἷα γένη καὶ εἴδη τῶν ἀρετῶν ἐστι, κατὰ τοσαῦτα καὶ τοιαῦτα διήκει κάλλη τὰ τῶν νόμων ἐπιτάγματα, καὶ δὴ καθ’ ἑκας τὰς διοικήσεις τῶν πόλεων καὶ τοὺς ὅλους τῶν ἀνθρώπων βίους διατείνει τὸ ἀπ’ αὐτῶν ὀφελος. ἔστι μὲν οὖν κοινὸν ἀγαθὸν ὁ νόμος, καὶ ἄνευ τούτου οὐδὲν ἂν ποτε γένοιτο τῶν ἀγαθῶν· δεῖ γε μὴν