Ancient Greek
5.247.2
Joannes Stobaeus Anthologus, Anthologium 5.247.2
Unproofread scanNot analysed yet
97 (99 Mein.) Ἐκ τοῦ Πλουτάρχου Πρὸς ἡγεμόνα ἀπαίδευτον (p. 779 F—780 A). Ὁ δὲ ἐκ φιλοσοφίας τῷ ἄρχοντι πᾶρεδρος καὶ φύλαξ ἐγκατοικισθεὶς λόγος, ὥσπερ ἐνέξιας τῆς δυνάμεως τὸ ἐπισφαλὲς ἀφαιρῶν, ἀπολείπει τὸ ὑγιαίνον. ἀλλὰ νοῦν οὐκ ἔχοντες οἱ πολλοὶ τῶν βασιλέων καὶ ἀρχόντων μιμοῦνται τοὺς ἀτέχνους ἀνδριαντοποιούς, οἱ νομίζουσι μεγάλους φαίνεσθαι τοὺς κολοσσούς, ἂν διαβεβηκότας σφόδρα καὶ διατεταμένους καὶ κεχηνότας πλάσωσι· καὶ γὰρ οὕτοι βαρύτητι φωνῆς καὶ βλέμματος τραχύτητι καὶ δυσκολίᾳ τρόπων καὶ ἀμιξίᾳ διαίτης ὀχὸν ἡγεμονίας καὶ σεμνότητα μιμεῖσθαι δοκοῦσι.