Ancient Greek
5.252.3
Joannes Stobaeus Anthologus, Anthologium 5.252.3
Unproofread scanNot analysed yet
Ἐπιμέλειαι γε μέντοι μοι δοκοῦσιν αἱ μὲν πᾶν πρὸς ἔχθραν ἄγειν, αἱ δὲ πᾶν διὰ χαρίτων εἶναι. τὸ μὲν γὰρ διδάσκειν τε ἄ ἐστι βέλτιστα καὶ τὸν κάλλιστα ταῦτα ἐξεργαζόμενον ἐπαινεῖν τιμᾶν, αὕτη μὲν ἡ ἐπιμέλεια διὰ χαρίτων γίνεται, τὸ δὲ τὸν ἔνδεώς τι ποιοῦντα λοιδορεῖν τε καὶ ἀναγκάζειν καὶ ζημιοῦν καὶ κολάζειν, ταῦτα δὲ ἀνάγκη δι’ ἀπεχθείας μᾶλλον γίγνεσθαι. ἐγὼ οὖν φημὶ ἀνδρὶ ἄρχοντι τὸ μὲν ἀνάγκης δεόμενον ἄλλοις προστακτέον εἶναι κολάζειν, τὸ δὲ τὰ ἄλλα ἀποδιδόναι δι’ ἑαυτοῦ ποιητέον. ὡς δὲ ταῦτα καλῶς ἔχει, μαρτυρεῖ τὰ γεγόνμενα. καὶ γὰρ ὅταν χοροὺς βουλώμεθα ἡμῖν ἀγωνίζεσθαι, ἄθλα μὲν ὁ ἄρχων προτίθησιν, ἀθροίζειν δὲ αὐτοὺς προστέτακται χορηγοῖς καὶ ἄλλοις διδάσκειν καὶ ἀνάγκην προστιθέναι τοῖς ἔνδεώς τι ποιοῦσιν. οὐκοῦν εὐθὺς ἐν τούτοις τὰ μὲν ἐπιχάριτα διὰ τοῦ ἄρχοντος ἐγένετο, τὰ δὲ ἀντίτυπα δι’ ἄλλων. τί οὖν κωλύει καὶ τὰ ἄλλα τὰ πολιτικὰ οὕτω περαίνεσθαι; . . . . . καὶ ἄθλα προτεθείη