Ancient Greek
5.27.4
Joannes Stobaeus Anthologus, Anthologium 5.27.4
Unproofread scanNot analysed yet
37 Ξενοφῶντος ἐν δ' Σωκρατικῶν ἀπομνημονευμάτων (IV 6, 12). Βασιλείας δὲ καὶ τυραννίδας ἀρχὰς μὲν ἀμφότερας ἡγεῖτο εἶναι, διαφέρειν δὲ ἀλλήλων ἐνόμιζε. τὴν μὲν γὰρ ἔχοντων τε τῶν ἀνθρώπων καὶ κατὰ τοὺς νόμους τῶν πόλεων ἀρχὴν βασιλείαν ἡγεῖτο, τὴν δὲ ἄχοντων τε καὶ μὴ κατὰ νόμους, ἀλλ' ὅπως ὁ ἄρχων βούλοιτο, τυραννίδα. καὶ ὅπου μὲν ἐκ τῶν τὰ νόμιμα ἐπιτελούντων αἱ ἀρχαὶ καθίστανται, ταύτην μὲν τὴν πολιτείαν ἀριστοκρατίαν ἐνόμιζεν εἶναι, ὅπου δὲ ἐκ τιμημάτων, πλουτοκρατίαν, ὅπου δ' ἐκ πάντων, δημοκρατίαν.