Ancient Greek
5.281.2
Joannes Stobaeus Anthologus, Anthologium 5.281.2
Unproofread scanNot analysed yet
62 Ἐν ταύτῃ. “Ὅθεν δεῖ τὸν βασιλέα μὴ νικᾶσθαι ὑφ’ ἀδονᾶς, ἀλλ’ αὐτὸν νικᾶν ταύταν, μηδ’ ὅμοιον ἥμεν τοῖς πολλοῖς ἀλλὰ ἐπὶ πολλῶν διαφέροντα τούτων, μηδ’ ἔργον ἀγεῖσθαι τὰν ἀδονὰν ἀλλὰ μᾶλλον τὰν ἀνδραγαθίαν· ἅμα δὲ καὶ πρέπει τὸν ἀτέρων ἄρχεσθαι χρηζόντα τῶν αὐταντῶ παθέων πρᾶτον δύνασθαι ἄρχεσθαι. περὶ γε μὴν τὰς πλεονεξίας ὅδε λόγος· δεῖ γὰρ ἐς τοῦτο πεπᾶσθαι τὰ χρήματα, ὥστε φίλως εὐεργετὲν καὶ δεομένως ὑπολαμβάνεν, καὶ ἐχθρῶς δὲ μετὰ δίκας ἀμύνεσθαι· ἀδίστα γὰρ ἡ μετ’ ἀρετᾶς