Ancient Greek
5.286.2
Joannes Stobaeus Anthologus, Anthologium 5.286.2
Unproofread scanNot analysed yet
63 Σθενίδα Λοχροῦ Πυθαγορείου Περὶ βασιλείας. Χρὴ τὸν βασιλέα σοφὸν ἡμεν· οὕτω γὰρ ἐσσεῖται ἀντίμμος καὶ ζαλωτὰς τῷ πρᾶτῳ θεῷ. οὗτος γὰρ καὶ φύσει ἐντι καὶ πρᾶος βασιλεύς τε καὶ δυνάστας, ὁ δὲ γενέσει καὶ μιμάσει. καὶ ὁ μὲν ἐν τῷ παντὶ καὶ ὅλῳ, ὁ δὲ ἐπὶ γᾶς, καὶ ὁ μὲν ἀεὶ τὰ πάντα διοικεῖ τε καὶ ζῶει αὐτὸς ἐν αὐτῷ κεκταμένος τὰν σοφίαν, ὁ δ’ ἐν χρόνῳ ἐπιστάμαν. ἄριστα δὲ καὶ μιμέοιτο τοῦτον, εἰ μεγαλόφρονά τε καὶ ἅμερον καὶ ὀλιγοδεέα παρασκευάζοι αὐτόν, πατρικὰν διάθεσιν ἐνδεικνύμενος τοῖς ὑφ’ αὐτῷ· διὰ