Ancient Greek
5.290.2
Joannes Stobaeus Anthologus, Anthologium 5.290.2
Unproofread scanNot analysed yet
ἔχεν, ἐπιστάμεν τε αὐτὸν ὅσῳ τῶν ἄλλων ἐντὶ θεióτερος, ὅσῳ τε ἄτεροι αὐτῷ, οἷς δὴ κατὰ λόγον ἀπεικάζων ἑαυτὸν ἄριστ´ ἂν ἑαυτῷ τε χρῶτο καὶ τοῖς ὑποτεταγμένοις. καὶ τοῖς μὲν ἄλλοις ἀνθρώποις, αἷκα ἁμαρτάνοντι, ὁσιωτάτα κάθαρσις ἐξομοιωθίμεν τοῖς ἀρχόντεσσιν, αἰτε 5 νόμος αἰτε βασιλεὺς διέποι τὰ κατ´ αὐτῶς· οἱ δ´ εἰ τι τῷ χρέσσονος δέοντος διὰ τὰν φύσιν ἀμπλακόντες οὐ μαχρὰν οἷδ´ ἀπηχισμένως †οἱ χρή θεῷ μὲν εὐθὺ τὰς ὠφελείας τυγχάνεν. οὔτε γὰρ τὸν κόσμον δίξοιτο ἂν τις ἐν αὐτῷ τε ὧν καὶ μέρος ἐκείνω, οὔτ´ ἂν ἀνόητος εἴη 10 τῷ διέποντος αὐτὸν ὁ ἄτερων αὐτὸς ἀρχων. ἄ δ´ εὐκοσμία πολλὰ καὶ τὸ μηδὲν ἄναρχον εἶρὲν δύνασθαι καὶ τῇ τρόπῳ τὰς ἀρχὰς διδάσχαλον. ἐκλόμπει γὰρ αὐτὰς εὐθὺ τὸ καλόν, ἂν ὁ μιμασόμενος δι´ ἀρετὰν αὐτῷ τε φίλος, ὃν μεμίματαί, καὶ πολὺ πλεόν τοῖς ἐπ´ αὐτὸν τεταγμέ- 15 νοις. οὐ γὰρ ἂν τις θεοφιλὴς ὢν μισέοιτο ἐπ´ ἀνθρώπων, ἐπεὶ οὔδε τὰ ἄστρα οὔδ´ ὁ σύμπας κόσμος ἐχθαίρει τὸν θεόν· αἰ δὲ γα ἐμίσει τὸν ἀγεμονεύοντα, οὐ χα εὐπετο [ἂν] πειθόμενος αὐτῷ· τὸ δ´ ἐκεῖνον ἀρχεν εὖ αἴτιον τῶ καὶ τῶσδε ἀρχεσθαι καλῶς. ἐγὼ μὲν ὡν ὑπολαμβάνω καὶ 20 τὸν ἐπὶ τὰς γὰς βασιλέα δύνασθαι μηδεμιᾷ τῶν ἀρετῶν